Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἤ ῥα κλυτῶν ἐνάρων
- ψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας;
- ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιος
- μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
- μαχαναῖς ἐτίσατο λώβαν;
- οὔ ποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,
- παῖ Τελαμῶνος, ἔβας
- τόσσον, ἐν ποίμναις πίτνων·
- ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι
- καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
- εἰ δʼ ὑποβαλλόμενοι
- κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
- ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
- μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις
- ὄμμʼ ἔχων κακὰν φάτιν ἄρῃ.
- ἀλλʼ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι