Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- παῖ τοῦ Φρυγίου Τελεύταντος,
- λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτον
- στέρξας ἀνέχει θούριος Αἴας·
- ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις.
- πῶς δῆτα λέγω λόγον ἄρρητον;
- θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
- μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
- νύκτερος Αἴας ἀπελωβήθη.
- τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον
- χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ,
- κείνου χρηστήρια τἀνδρός.
- οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
- ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
- τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
- τὰν ὁ μέγας μῦθος ἀέξει.
- οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ