Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον
- ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
- ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
- ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
- θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
- Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
- Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
- σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·
- σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
- λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
- μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
- πτηνῆς ὡς ὄμμα πελείας.
- ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
- μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς
- ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
- λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν