Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. βοτὰ καὶ λείαν,
  2. ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,
  3. κτείνοντʼ αἴθωνι σιδήρῳ.
  4. τοιούσδε λόγους ψιθύρους πλάσσων
  5. εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
  6. καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
  7. εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
  8. τοῦ λέξαντος χαίρει μᾶλλον
  9. τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
  10. τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
  11. οὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦ
  12. τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
  13. πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.
  14. καίτοι σμικροὶ μεγάλων χωρὶς
  15. σφαλερὸν πύργου ῥῦμα πέλονται·
  16. μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν