Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
- σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
- χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
- χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι,
- τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι.
- ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
- τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
- ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
- ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν
- δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
- ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ,
- οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·
- ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
- εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
- τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
- μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,