Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αἴας
  1. ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι.
Ἀθήνα
  1. τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ.
Αἴας
  1. θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα.
Ἀθήνα
  1. εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
  2. ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
Αἴας
  1. ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου;
Ἀθήνα
  1. ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αἴας
  1. ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
  2. θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Ἀθήνα
  1. πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αἴας
  1. πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης.
Ἀθήνα
  1. τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αἴας
  1. μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
Ἀθήνα
  1. μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ.
Αἴας
  1. χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι·