Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΓΟΓΓΥΛΙΔΕΣ. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων (FHG IV 307) ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις (fr. 132 Schn) παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας· Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ‘ῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.’ τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δ’ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ ἡ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δὲ (h. pl. 7, 4, 3) βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δὲ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν ἡ βουνιάς. Νίκανδρος δ᾽ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει (fr. 70 Schn)·

  1. γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος,
  2. ὄφρ’ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι.
  3. βουνιὰς ἀλλ’ εἴσω ῥαφάνοις, εἴσω λαθαρωκοι.
  4. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη
  5. μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν (I 138 K) οὕτως·
  1. κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.
    v.2.p.307
Θεόφραστος δὲ (h. pl. 7, 4, 3) γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ· γίνεσθαι δ’ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG III 262) περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ‘ἡ γογγυλίς, φησί, λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ, φησίν, ἡ βουνιὰς καθέστηκεν· γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ εὐστόμαχος εἶναι καὶ τρόφιμος. ἡ δὲ ὀπτωμένη, φησί, γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.’ ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως (II 165 K)·
  1. ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
καὶ Ἄλεξις ἐν Θεοφορήτῳ (II 325 K)·
  1. λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους.
ἡ δὲ ταριχευομένη γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.

ΚΡΑΜΒΗ. Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης· τῇ δ’ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. ‘φύεται δ’ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ· ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν, φησί, χώραν γίγνεται. ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.’ Θεόφραστος δὲ οὕτως γράφει

v.2.p.308
(h. pl. 7, 4, 4)· ‘τῆς δὲ ῥαφάνου (λέγω δὲ τὴν κράμβην) ἣ μέν ἐστιν οὐλόφυλλος, ἣ δὲ ἀγρία.’ Δίφιλος δ’ ὁ Σίφνιός φησι· ‘κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά. τὸ δ’ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ᾽ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δ’ ἐν Γεωργικοῖς (fr. 85 Schn.)·
  1. λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα
  2. σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
  3. ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν
  4. ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
  5. βατραχέη κύμη τε κακόχροος, ἣ μὲν ἔοικε
  6. πέλμασιν, οἷσι πέδιλα παλίμβολα κασσύουσιν·
  7. ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
μήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ’ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον (II 475 B)·
  1. ὁ δ’ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην
  2. τὴν ἑπτάφυλλον, ᾗ θύεσκε Πανδώρη
  3. Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ Ἀνάνιος δέ φησι (II 502 B)·
  1. καὶ σὲ πολλὸν ἀνθρώπων
  2. ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.
καὶ Τηλεκλείδης Πρυτάνεσιν (I 216 K) ‘ναὶ μὰ τὰς κράμβας’ ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L) ‘ναὶ μὰ τὰν κράμβαν’. Εὔπολις Βάπταις
v.2.p.309
(I 275 K) ‘ναὶ μὰ τὴν κράμβην’. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ ὅρκος· καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν (FHG IV 403).

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. Ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησίν (II 251 K)·

  1. ἔπειτα πῶς
  2. οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν,
  3. οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
  4. Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
  5. ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
  6. ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
  7. πνίγειν τε παχέων ἀρνίων στηθύνια
  8. τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
  9. κοινῇ τε χναύειν τευθίσιν σηπίδια
  10. πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
  11. πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Ἀντιφάνης δ’ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις (II 86 K)·
  1. οἷα δ’ ἐστὶν οἶσθα νῦν·
  2. ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
  3. ἐλευθέρι᾽, οὐ τάριχος οὐδ’ ἡδύσμασιν
  4. ἄρνεια καταπεπασμέν’ οὐδὲ θρυμματὶς
  5. τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
    v.2.p.310
  6. καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί,
  7. ἔτνος θ’ ἅμ’ αὐταῖς πίσινον.
Δίφιλος δ’ ἐν Ἀπλήστῳ (II 544 K)·
  1. ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά,
  2. ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
  3. ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
  4. ὅμοια πράγματ’ οὐδὲ ταῖς .......
  5. θλασταῖς ἐλάαις.
Ἀλκαῖος Παλαίστρᾳ (I 762 K)·
  1. ἤδη δ’ ἧψε χύτραν ῥαφάνων.
Πολύζηλος δ’ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί (I 792 K)·
  1. ὑψιπέταλοί τε κράμβαι συχναί.

ΣΕΥΤΛΑ. τούτων φησὶν ὁ Θεόφραστος (h. pl. 7, 4, 4) εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. ‘ἡ δὲ σευτλὶς ἕτερον, φησί, τοῦ τεύτλου ἐστί.’ διὸ καὶ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι (II 557 K) ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ ‘τὰ τεῦτλα τευτλίδας καλῶν’. Εὔδημος δ’ ἐν τῷ περὶ λαχάνων δʹ γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον· τοῦτο δ’ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ’ ὁ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως· ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν

v.2.p.311
οὐρητικώτερον. ὑπάρχειν δ’ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.

ΣΤΑΦΥΛΙΝΟΣ. ‘οὗτος δριμύς ἐστι, φησὶν ὁ Δίφιλος, ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια· διὸ καὶ ὑπ’ ἐνίων φίλτρον καλεῖται.’ Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ φησι·

  1. φύλλων δ’ ὅσσ’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις
  2. χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
  3. αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
  4. ῥάφιν τ’ ἔμπεδον καὶ καυκαλίδ’ ἀγροιῶτιν.
Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν φησιν (fr. 71 Schn)·
  1. ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
  2. πετραίου, σὺν δ’ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
  3. σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε·
  4. σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
  5. ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν γράφει οὕτως· ‘κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα.’ κἀν τῷ πρώτῳ δέ φησι· ‘πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν
v.2.p.312
ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.’ ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως· ‘δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια.’ τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον (μέγας δ’ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος) εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ.

ΚΕΦΑΛΩΤΟΝ. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν ὁ αὐτὸς Δίφιλος καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως (II 195 K)·

  1. οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά·
  2. παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
  3. ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
οἳ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ (I 373 K)· ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ’ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως (p. 253 L)· ‘ἐν δὲ σκόροδα
v.2.p.313
δύο καὶ γαθυλλίδες δύο.’ Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ (I 393 K)·
  1. τῶν δὲ γηθύων
  2. ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν.
Πολέμων δ’ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης (fr. 36 Pr) καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως· ‘διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.’

ΚΟΛΟΚΥΝΤΗ. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν Ὥραις ὁ χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις (I 536 K)·

  1. ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
  2. στεφάνους ἴων, ....., κονιορτὸν ἐκτυφλοῦντα.
  3. αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
  4. πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
  5. ὑρίσους δ’ ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων·
  6. ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν,
  7. ὥστ’ οὐκ ἔτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ.
  8. .... μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ
  9. ὅτου τις ἐπιθυμεῖ λαβεῖν. Β. κακὸν μὲν οὖν μέγιστον·
    v.2.p.314
  10. εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο.
  11. ἐγὼ δὲ τοῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
  12. Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν.
  13. τούτοις δ’ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ | τοὺς θεοὺς σέβουσιν.
  14. Β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής, τιητί;
  15. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.
ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες· χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ. ἐτύγχανον δ’ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν ὁ Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι. καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘Νίκανδρος ὁ Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας· οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν· λέγει δ’ οὕτως (fr. 72 Schn)·
  1. αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις,
  2. ἠέρι δὲ ξήρανον· ἐπεγκρεμάσαιο δὲ καπνῷ,
  3. χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον
  4. πλήσαντες ῥοφέωσιν ἀεργέες, ἔνθα τε μέτρια
  5. ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς.
  6. τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες,
  7. ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας
  8. αὐλοτέροις καυλοῖς τε μιγήμεναι εὐφαοριζη.’

ΟΡΝΕΙΣ. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις (οὕτως δ’ εἴρηκεν

v.2.p.315
Ἀριστοφάνης ἐν Δηλίᾳ (I 592. II 43 K) τὰ σύγκοπτα λάχανα, κνιστὰ ἢ στέμφυλα), ὁ Μυρτίλος ἔφη· ‘ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως ἡ συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος (καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως· ‘καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλονʼ), ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας· τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ’ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν ἡ συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι· Od. 2.181
  1. ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο.
καὶ ἀλλαχόθι θηλυκῶς (Il. 14.290) ‘ὄρνιθι λιγυρῇ.’ καί · Il. 9.323
  1. ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
  2. μάστακ᾽, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ.
Μένανδρος δ’ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως (IV 118 M)· ‘ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν;’ καὶ πάλιν·
  1. αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνις μόλις.
ὀρνίθια δ’ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως (I 50 K)· ‘τἄλλα πάντ’ ὀρνίθια.’ ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα. ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι· ‘ὄρνιθα φοινικόπτερον.’ καὶ πάλιν (I 48 K)·
v.2.p.316
  1. ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
καὶ Σοφοκλῆς Ἀντηνορίδαις (fr. 134 N)·
  1. ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
Αἰσχύλος Καβείροις (fr. 90 N)·
  1. ὄρνιθα δ’ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
Ξενοφῶν δ’ ἐν δευτέρῳ Παιδείας (I 6, 39)· ‘ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.’ Μένανδρος Διδύμαις (IV 104 M)· ‘ὄρνεις φέρων ἐλήλυθα.’ καὶ ἑξῆς ‘ὄρνιθας ἀποστέλλει’ φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον (Litt. c)· ἀλλὰ καὶ Ἀλκμάν πού φησι (fr. 28 B4)·
  1. ἄυσαν δ’ ἄπρακτα νεάνιδες
  2. ὥστ’ ὄρνις ἱέρακος ὑπερπταμένω.
καὶ Εὔπολις ἐν Δήμοις (I 283 K)·
  1. οὐ δεινὸν οὖν κριοὺς μὲν ἐκγεννᾶν τέκνα
  2. ὄρνις θ’ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;

τὸν δ’ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει (I 48 K)·

  1. Λήδα, σὸν ἔργον· δεῖ σ’ ὅπως εὐσχήμονος
  2. ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
  3. ἐπὶ τῷδ’ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
  4. ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ’ ὄρνεον.
Στράττις Ψυχασταῖς (I 728 K)·
  1. αἱ δ’ ἀλεκτρυόνες ἅπασαι
  2. καὶ τὰ χοιρίδια τέθνηκε
  3. καὶ τὰ μίκρ’ ὀρνίθια.
Ἀναξανδρίδης Τηρεῖ (II 156 K)·
v.2.p.317
  1. ὀχευομένους δὲ τοὺς κάπρους
  2. καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ’ ἄσμενοι.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας (fr. 17 Koepke) γράφων ὧδε· ‘Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ’ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ’ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.’ λέγεται δ’ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ. καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως (I 735 K)·
  1. ἄχθομαι δ’ ἀπολωλεκὼς
  2. ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ Ἀριστοφάνης Δαιδάλῳ (I 435 K)·
  1. ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
καὶ πάλιν·
  1. πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
  2. ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι (665)·
v.2.p.318
  1. νῦν δὲ πῶς με χρὴ καλεῖν;
  2. Β. ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ‘ἱμερόφων’ ἀλέκτωρ’ ἔφη (fr. 80 B). Κρατῖνος Ὥραις (I 91 K)·
  1. ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
  2. ἀλέκτωρ.
εἴρηται δ’ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ σ τὴν εὐθεῖαν ἐκφέρει (fr. 26, 4 B4)· ‘ἁλιπόρφυρος εἴαρος ὄρνις.’ καὶ τὴν γενικήν (fr. 67)· ‘οἶδα δ’ ὀρνίχων νόμως πάντων.’