Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ὀνομάζουσι δ’ οἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα δεῖπνα, ἅπερ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων. Ἄλεξις γοῦν ἐν Τῇ εἰς τὸ φρέαρ φησί (II 319 K)·
καὶ Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ (IV 567 M)·
- νυνί τέ με
- ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον
v.2.p.298- τῶν ἔνδοθεν κομιοῦντ᾽. Β. ἐκεῖθεν; μανθάνω·
- ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. Α. φιλῶ
- αἰσθητικὴν γραῦν.
οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα. ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι ἢ Θαλάττῃ οὕτως (I 159 K)·
- Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. Β. ποῖ;
- Α. ὅποι μ’ ἐρωτᾶς; ὡς Φιλουμένην, παρ’ ᾗ
- τἀπιδόσιμ’ ἡμῖν ἐστιν· ἧς ἐχθὲς πιεῖν
- κυάθους ἀκράτου μ’ ἐβιάσω σὺ δώδεκα.
τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ὅταν τις αὐτὸς αὑτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον εἴρηκεν ἐπὶ συμποσίου Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου (fr. 174 Tur). φησὶν γάρ· ‘ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον.’ καὶ Πλάτων δ’ ἔφη (symp. p. 172b?) ‘τοῖς τὸ σύνδειπνον ποιησαμένοις.’ καὶ Ἀριστοφάνης Γηρυτάδῃ (I 429 K)·
- συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον
- ἐβάδιζεν ὡς πρὸς ωφελην.
διόπερ τινὲς καὶ τὸ Σοφοκλέους δρᾶμα κατὰ τὸ οὐδέτερον ἐπιγράφειν ἀξιοῦσιν Σύνδειπνον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, ὡς Ἄλεξις ἐν Φιλοκάλῳ ἢ Νύμφαις (II 389 K)·
- ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον.
καὶ Ἔφιππος ἐν Γηρυόνῃ (II 252 K)·
- κατάκεισο κἀκείνας κάλει.
v.2.p.299- συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι
- κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι.
ἔλεγον δὲ συνάγειν καὶ τὸ μετ’ ἀλλήλων πίνειν καὶ συναγώγιον τὸ συμπόσιον. Μένανδρος Ἐμπιμπραμένῃ (IV 115 M)·
- καὶ συναγώγιμον
- συμπόσιον ἐπιπληροῦσιν.
εἶθ’ ἑξῆς ἔφη·
- καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
μήποτε δὲ τοῦτ’ ἐστὶ τὸ ἀπὸ συμβολῶν καλούμενον. τίνες δ’ εἰσὶν αἱ συμβολαὶ αὐτὸς Ἄλεξις ἐν Μανδραγοριζομένῃ σημαίνει διὰ τούτων (II 349 K)·
- ἐπλήρωσέν τε τὸ συναγώγιον.
Ἀργεῖοι δ᾽, ὡς ἐν τοῖς ὑπομνήμασί φησιν Ἡγήσανδρος· γράφει δ’ οὕτως (FHG IV 419)· ‘τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόντων εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.’
- ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα.
- Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς
- καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.
οὐκ ἀνάρμοστον δὲ καὶ τούτου τοῦ συγγράμματος τέλος εἰληφότος, ἑταῖρε Τιμόκρατες, αὐτοῦ καταπαύσω τὸν λόγον, μὴ καὶ ἡμᾶς τις οἰηθῇ κατὰ τὸν Ἐμπεδοκλέα ἰχθῦς ποτε γεγονέναι. φησὶ γὰρ ὁ φυσικός (v. 383 St)·
- ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε,
- ἀμνός τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.
v.2.p.300
ἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘παρὰ τίνι κεῖται τὸ τακερόν;’ ὁ Οὐλπιανὸς ἔφη. ‘καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησίν (p. 246 L)· ‘ὀρύα, τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.’ καὶ ἐν Κύκλωπι (p. 243 L)·
- Δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ
- χευάντων· μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται (Od. 4.213)
μάθετε δὲ καὶ τοῦτο παρ’ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ’ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ’ ἐν Κωρύκῳ τις ἄλλος κύων (II 66 K)·
- χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ’ αὑτὸ κατασκευάζονται ὀξύγαρον.’
- τῶν θαλαττίων δ’ ἀεὶ
- ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.
- ...... ἐπὶ δὲ τούτοις πίνομεν
- οἰνάριον, ἧδος νὴ Δί’ οἰκίας τρόπον.
- Β. πῶς ἧδος; Α. οἷον τοῖς παροῦσι συμφέρει
v.2.p.301- ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.
πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη· ‘Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως (I 486 K)·
καὶ Φερεκράτης Κραπατάλλοις (I 169 K)·
- Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
σίνηπυ δ’ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως (v. 921 cf. p. 159 Schn)·
- τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
ἐν δὲ τοῖς Γεωργικοῖς (fr. 70, 16 Schn)·
- ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
καὶ πάλιν (fr. 84 Schn)·
- σπέρματά τ’ ἐνδάκνοντα σινήπυος.
Κράτης δ’ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα·
- κάρδαμ’ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.
καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δ’ ὁ στίχος ἐξ Ἱππέων (631) καὶ ἔχει οὕτως· ‘κἄβλεψε νᾶπυ.’ οὐδεὶς δ’ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γὰρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη (II 472 K)·
- κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ’ ἀνέσπασε,
ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων (I 429 K)·
- τουτὶ τὸ κακὸν οὔκ ἐστ’ ἔτι
- κακόν. τὸ θυγάτριόν γέ μου σεσινάπικεν
- διὰ τῆς ξένης.
- καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα;
- εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;
ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν· σὺ δ’ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως (I 609 K)·
ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε (I 611 K)·
- ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
κἀν τοῖς δ’ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι (I 649 K)·
- Α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. Β. μανθάνω.
- Α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες
- αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν
- ἢ τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες
- εἰσ᾽, ἀντιβολῶ σ᾽;
Ἀριστοφάνης Δαιδάλῳ (I 436 K)·
- τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι·
- βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ.
- πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
- ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.’
σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ’ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας·
κατὰ τὸν Πάριον Εὔηνον (II 269 B)
- πολλοῖς δ’ ἀντιλέγειν
- ἔθος περὶ παντὸς ὁμοίως,
- ὀρθῶς δ’ ἀντιλέγειν οὐκ ἔτι τοῦτ’ ἐν ἔθει·
- καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός·
- ‘σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.’
- τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
- οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.
ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε, (προήρπασα γάρ σου τὸν λόγον) Ἀντιφάνης Βοιωτίῳ (II 36 K)·
καὶ Ἄλεξις ἐν Ἡσιόνῃ (II 324 K)·
- καλέσας τε παρατίθησιν ἐν παροψίδι.
καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ (I 7 K)·
- ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
- φέροντας εἴσω ποικίλων παροψίδων
- κόσμου βρύουσαν, οὐκ ἔτ’ εἰς ἔμ’ ἔβλεπεν.
Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ (fr. 7 N)·
- καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.
Σωτάδης δ’ ὁ κωμικὸς Παραλυτρουμένῳ (II 449 K)·
- κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων
- κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
v.2.p.304
ἀμφιβόλως δ’ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας (c. 3, 4). φησὶ γὰρ ὁ φιλόσοφος· ‘προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα.’ καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον (I 191 K) ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως (p. 19 Sch), ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ·
- παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·
- τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ.
Νικοφῶν Σειρῆσιν (I 777 K)·
- νὴ τὸν Δί’ ... ὥσπερ αἱ παροψίδες
- τὴν αἰτίαν ἔχουσ’ ἀπὸ τῶν ἡδυσμάτων,
- οὓς ὁ καλετας ἀξιοῖ τοῦ μηθενός.
Ἀριστοφάνης Δαιδάλῳ (I 436 K)·
- ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
Πλάτων Ἑορταῖς (I 609 K)·
- πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
- ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
περὶ βολβῶν δ’ ἀρτύσεως καὶ σκευασίας τὸν λόγον ποιεῖται. οἱ δ’ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ (I 735 K)·
- ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
- ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν
- ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται.
καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ (I 269 K)·
Εὐριπίδης Σκίρωνι (fr. 678 N)·
- σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ (1128)·
- οὐδὲ κωλῆνες νεβρῶν.
καὶ ἐν Δαιταλεῦσι (I 450 K)·
- οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
ἐν δὲ Πελαργοῖς (I 504 K)·
- καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
Πλάτων Γρυψίν (I 604 K)· ‘ἰχθῦς, κωλᾶς, φύσκας’. Ἀμειψίας Κόννῳ (I 672 K)·
- κεφαλάς τ’ ἀρνῶν κωλᾶς τ᾽ ἐρίφων.
Ξενοφῶν Κυνηγετικῷ (c. 5, 30)· ‘κωλῆν σαρκώδη, λαγόνας ὑγράς.’ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί (II 114 B4)·
- δίδοται μάλισθ’ ἱερώσυνα,
- κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρ’ ἀριστερά.
- πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
- ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
- τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει,
- ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.’
ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν αἰεὶ καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων, οὓς ἵππους τινὲς καλοῦσι, καὶ