Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς (IV 479 M)· σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ’ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι.’ καὶ ὅς· ‘καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως· ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ, κατὰ τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ’ εἴρηκεν (IV 539 M)·
- πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη·
- ‘βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
- εἰρημέν’ ἐστί
‘γυμνὴν ἐποίησεν Ἀθηνᾶν Λαχάρης, οὐδὲν ἐνοχλοῦσαν· σὲ δ’ ἐνοχλοῦντα νῦν ἐγώ, ὁ Αἰμιλιανὸς ἔφη, εἰ μὴ δείξεις ὅ τι φέρεις.’ καὶ ὃς μόλις ἔφη· ‘ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ· ἐσκεύασται δ’ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς. ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ’ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ.’ καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν· Il. 14.173
- ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ,
- οὐδεὶς ὑποκριτής ἐσθ’ ὅλως εἰργασμένος.
- καπνιζομένη τυραννὶς αὕτη ᾽σθ’ ἡ τέχνη.
v.2.p.385- ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην,
- παρ’ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ’ ἐγὼ
- τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
- τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός,
- ὅτ’ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
- ἀνάληψιν ἐποίησ’ εἰσενέγκας κάππαριν.’
τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.
- τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
- ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ αὐτμή.
μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν
Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας (fr. 18 Koepke) ‘Ἡγήμων ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν·
εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε·
- ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
- χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον·
- δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα.
- καὶ τότ’ ἐγὼ θάρσησα.
εὐδοκίμει δ’ ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δ’ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὃ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ’ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὃ δὲ
- λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει·
- ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.
αὕτη παρ’ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ’ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.’ καὶ ὁ Οὐλπιανός· ‘ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος.’ καὶ ὁ Δημόκριτος ἔφη· ‘Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς (ἦν δὲ καὶ τραγῳδίας) ἐν μὲν δράματι Λήθῃ φησί (II 461 K)·
ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως (II 454 K)·
- μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
- καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
- ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας,
- ἐν αἷσιν ἕψεις τοὺς κυάμους.’ καὶ ταῦτά γε
- ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
- τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
- ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.
ἐν δ’ Ἰκαρίοις σατύροις φησίν (II 459 K)·
- ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
- οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις.
- Β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
- Α. θανατηγὸν καλὴν χύτραν φέρει.
ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.
- ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως
- πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
- βδέων
- παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο.
- ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
- οὐδ’ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν
- δραμὼν
- Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
- ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς
- ὡς ὁρᾷ,
- ..... ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.
ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως (II 432)·
- πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
- ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ
- Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
- Β. καὶ πρᾶγμά γ᾽ ἠρώτα με δυστράπελον πάνυ,
- ἔχον δὲ πολλὰς φροντίδων διεξόδους.
- Α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ’ ἴσως.
- Β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
- φυσᾷ, τὸ δὲ πῦρ οὔ. Α. χάριεν οἷς γινώσκεται
- τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε
v.2.p.390- περὶ τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως.
τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι · Il. 24.302
Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως (i. e. Andoc. 29)· ‘τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.’ χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις (I 289 K)·
- ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν’ ὁ γεραιὸς
- χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
- χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.
Ἐπίχαρμος δ’ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων (p. 242 L)·
- κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον·
- ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
- νικᾷ τε πάντασ χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ’ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως (I 782 K)·
- κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
- χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
Μένανδρος Ὑδρίᾳ (IV 208 M)·
- καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν
- ὥρα ᾽στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
v.2.p.391- ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
- οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.
Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας (p. 251 N) χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ’ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρὰ τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι Od. 1.138
πῂ δέ· Od. 1.146
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
καὶ Σώφρων ἐν γυναικείοις (fr. 23 Bo)· ‘τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ’ ἁμῖν τὰν τράπεζαν.’ παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (929)·
- τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.
ἀλλὰ καὶ παρ’ Εὐπόλιδι ἐν Αἰξίν (I 262 K)·
- εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ’ οὗ τὴν θυσίαν ἐπετέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου
- αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐχρῶντο δ’ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ (II 67 K)·
ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ (fr. 77 Pr). περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως (II 26 K)·
- ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσόν μοί τινα
- φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ’ ὕδωρ
- καὶ σμῆμα.
καὶ Φιλόξενος δ’ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν (fr. 2, 39 B)·
- καὶ τότε
- περιπατήσεις κἀπονίψει κατὰ τρόπον
- τὰς χεῖρας εὐώδη λαβὼν τὴν γῆν.
Δρόμων δ’ ἐν Ψαλτρίᾳ (II 419 K)·
- ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν,
v.2.p.393- σμήμασιν ἰρινομίκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
- τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε ....
- λαμπρὰ
- σινδονυφῆ, δίδοσαν δὲ χρίματά τ᾽ ἀμβροσίοδμα
- καὶ στεφάνους ἰοθαλέας.
- ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
- ..... περιεῖλε τὰς τραπέζας, νίμματα
- ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
- τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.
ἐκάλουν δ’ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης (Ach. 616)·
ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Κλείδημος ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε (FHG I 363)· ‘ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος. ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε· ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις. ἔπειτα αὖθις μύρον κατάχεε.’ παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε
- ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.
χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις (p. 409e) Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς (I 521 K)·
σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι (supra p. 408f). Σοφοκλῆς Οἰνομάῳ (fr. 429)·
- φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
- παράπεμπε τὸ χειρόμακτρον.
καὶ Ἡρόδοτος ἐν δευτέρᾳ (c. 122). Ξενοφῶν δ’ ἐν αʹ Παιδείας γράφει (3, 5)· ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρῃ τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ’ αὐτῶν ἐγένετο.’ Πολέμων δ’ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι (fr. 62 Pr). Δημόνικος δ’ ἐν τῷ Ἀχελωνίῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων (IV 570 M)·
- σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος.
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)· ‘ὠμολίνοις κόμη βρύουσ’ ἀτιμίας πλέως.’ Σαπφὼ δ’ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην (fr. 44 B)·
- ἐσπουδάκει δ’ ἕκαστος ὡς ἂν ἑστιῶν
- ἅμα τ’ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
- τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽, εἴπας ὅτι
- μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
v.2.p.395
κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ (FHG I 25)· ‘γυναῖκες δ’ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.’ Ἡρόδοτος δ’ ἐν τῇ βʹ φησί (c. 122)· ‘μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρόμακτρον χρύσεον.’
- χειρόμακτρα δὲ καγγονων
- πορφύρᾳ καταυταμενἀτατι
- Μνᾶσις πέμψ’ ἀπὺ Φωκάας
- δῶρα τίμια καγγόνων,
τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος μὲν ἐν ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι· δι’ ὃν καὶ ἐξεχώρησε Καλυδῶνος. ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει (FHG I 45). Ἡρόδωρος δ’ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ’ Ἡρακλέα λόγου (FHG II 36) Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν
ἡμεῖς δ’ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.
Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ (p. 604 N), ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος. ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων (p. 223 L)·
- Ἀλλ’ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν
- τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν,
- ἵν’ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ὅπερ λαβὼν
- χαίρει τις, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς,
Ἴων δ’ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει (p. 571 N)·
- πρῶτον μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις.
- βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος,
- ψοφεῖ δ’ ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων,
- σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα.
παρὰ Πινδάρου δὲ τοῦτ’ εἴληφεν εἰπόντος (fr. 168 B)· ‘διαβοῶν θερμὰ δ’ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ’ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ᾽ ὑπνόων τε σώματα. καὶ τότ’ ἐγὼ σαρκῶν τ’ ἐνοπὰν ἠδ’ ὀστέων στεναγμὸν βαρὺν ην ἰδόντα διακρῖναι πολλὸς ἐν καιρῷ χρόνος.’ τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.
- ὑπὸ δὲ τῆς εὐφημίας
v.2.p.397- κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας.
εἰσάγεται δὲ ὁ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δ’ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι, ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δ’ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ’ ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ.
καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ (Od. 7.215)·
ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ, εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν· Od. 7.219
- ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
- οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
- ἔπλετο, ἥ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
- καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.
ταῦτα γὰρ οὐδ’ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν. γέρων τε ὢν
- ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἣ δὲ μάλ᾽ αἰεὶ
- ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
- ληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
- ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.
Θεαγένης δ’ ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι·
Μίλων δ’ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων (FHG IV 513), ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ
- καίπερ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν·
- πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
- Θευγένει· ἅσσα φαγὼν ἔτ’ ἐπῄτεον. οὕνεκεν οὕτω
- χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
Ἀστυάναξ δ’ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ᾽ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ (FHG IV 513), ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δ’ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.
- τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος,
- τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις,
- ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα
- ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως.
- καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
- πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου·
- ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
- κόψας πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν.
καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι· πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν
- κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
- οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
- οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
- οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
- γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος,
- κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
- οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
- οἷοί τ᾽· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
- σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα.
- λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
- φοιτῶσ᾽· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
- τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
- ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
- οἳ τῶν δ’ ἕκατι σύλλογον ποιούμενοι
- τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
- τί γὰρ παλαίσας εὖ, τί δ’ ὠκύπους ἀνὴρ
- ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
- πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
- πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
- δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ
- θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
- οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
- στάς. ἄνδρας ... χρὴ σοφούς τε κἀγαθοὺς
- φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει
- κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
v.2.p.401- ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ
- μάχας τ’ ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ
- πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
ταῦτ’ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος (fr. 2 B)·
πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ
- ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
- ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
- πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
- ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
- εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
- ἀστοῖσίν κ’ εἴη κυδρότερος προσορᾶν
- καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
- καί κεν σίτησιν δημοσίων κτεάνων
- ἐκ πόλεως καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη·
- εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι,
- οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων
- ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη.
- ἀλλ’ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
- προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης.
- οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη
- οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
- οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
- ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει,
- τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη.
- σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ,
- εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας·
- οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
- γυμνοὶ γὰρ ὤθουν, φαιδίμους βραχίονας
- ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
- στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας·
- ἄδην δ’ ἐλαίου στέρνα καὶ ποδῶν κύτος
- χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.
Ἡράκλειτος δ’ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δ’ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδ’ ἐπέγραψε·
Ἀμάραντος δὲ ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν· ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ, πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί.
- Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην
- παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος
- χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου
- καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου,
- εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ’ ὁ μαυρὰ
- βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,
- ὁ τριχιδιφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων
- τῶν τότε ληναικὴν ἦλθ’ ὑπὸ Καλλιόπην.
Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ’ ἰσχυρῶς. λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ Λιτυέρσᾳ οὕτως (p. 639, 6 N)·
τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν (I 145 K)·
- ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους κανθηλίους
- τρεῖς τῆς βραχείας ἡμέρας· πίνει δ’ ἕνα
- καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον.
Ξάνθος δ’ ἐν τοῖς Λυδιακοῖς (FHG I 38) Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν (IV 144 f), παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ (FHG I 311). Ἀρχίλοχος δ’ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν (fr. 79 B), ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως (IV 510 M)·
- ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
- πένθ’ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. Β. μόλις;
v.2.p.404- ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις
- τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
- τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον
- Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει
- μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.
- τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.
Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν (FHG III 415) Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου) ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ. καὶ Τιμοκρέων δ’ ὁ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ (Simon. fr. 169 B)·
Θρασύμαχος δ’ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων (fr. 3 Tur) τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ’ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δ’ ἐν πέμπτῳ βίων (FHG II 307) Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ’ ἐν αʹ Δευκαλιωνείας (FHG I 48) Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς, Αἴθωνα κληθῆναι. Πολέμων δ’ ἐν αʹ τῶν πρὸς Τίμαιον (fr. 39 Pr) παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς ερμούχου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου.
- πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν
- ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.