Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΦΑΣΣΑΙ. Ἀριστοτέλης φησὶ (p. 288 R) περιστερῶν μὲν εἶναι ἓν γένος, εἴδη δὲ πέντε, γράφων οὕτως· ‘περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών.’ ἐν δὲ πέμπτῳ περὶ ζῴων μορίων (h. a. 5, 13) τὴν φάβα οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῷ σατυρικῷ Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος (fr. 206 N)·
κἀν Φιλοκτήτῃ δὲ (fr. 252) κατὰ γενικὴν κλίσιν φαβῶν εἴρηκεν. ἡ μὲν οὖν οἰνάς, φησὶν ὁ Ἀριστοτέλης, μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δ’ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ αἰεὶ φαίνονται, ἡ δ’ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων ἡ φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ’ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί· ἐπῳάζει δ’ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.’ ἔτι ἐν τῷ αὐτῷ φησιν Ἀριστοτέλης (h. a. 5, 13) ὅτι περιστερὰ ἕτερον, πελειὰς δ’ ἔλαττον, καὶ ὅτι ἡ πελειὰς τιθασὸν γίνεται, περιστερὰ
- σιτουμένην δύστηνον ἀθλίαν φάβα,
- μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην.
ὁ δὲ Μύνδιος Ἀλέξανδρος οὐ πίνειν φησὶ τὴν φάσσαν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι ἡ οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, ἰδίαν ἰξίαν φύεσθαι. Δαίμαχος δ’ ἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ (FHG II 440) περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς. Χάρων δ’ ὁ Λαμψακηνὸς ἐν τοῖς Περσικοῖς περὶ Μαρδονίου ἱστορῶν καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω γράφει καὶ ταῦτα (FHG I 32)· ‘καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι.’ ὁ δ’ Ἀριστοτέλης φησὶν (h. a. 613a 2) ὡς αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆς ἁλμυριζούσης γῆς διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖς διοιγνῦσαι τὸ στόμα, διὰ τούτου
ἐν δὲ Δορκίδι ἢ Ποππυζούσῃ θηλυκῶς εἴρηκε καὶ ὅτι αἱ Σικελικαὶ διάφοροί εἰσι (II 316 K)·
- λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός.
- ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον·
- εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.
Φερεκράτης ἐν Γραυσί φησιν (I 154 K)·
- περιστερὰς
- ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
- κομψάς.
ἐν δὲ Πετάλῃ (ib. 185)·
- ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.
Νίκανδρος δὲ ἐν δευτέρῳ Γεωργικῶν τῶν Σικελικῶν μνημονεύων πελειάδων φησί (fr. 73 Sch)·
- ἀλλ᾽, ὦ περιστέριον, ὅμοιον Κλεισθένει
- πέτου, κόμισον δέ μ’ ἐς Κύθηρα καὶ Κύπρον.
- καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας
- ἢ Σικελὰς μεγάροισι πελειάδας· οὐδέ φιν ἅρπαι
- οὐδεφινοστρακεοι λωβήσιμοι ἐξενέπονται.
ΝΗΤΤΑΙ. τούτων, ὥς φησιν Ἀλέξανδρος ὁ Μύνδιος (cf. Rose Ar. ps. p. 293), ὁ ἄρρην μείζων καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. τῶν δὲ βοσκάδων καλουμένων ὁ μὲν ἄρρην κατάγραφος· ...... νήττης. ἔχουσι δὲ οἱ ἄρρενες σιμά τε καὶ ἐλάττονα τῇ συμμετρίᾳ τὰ ῥύγχη. ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, ῥυπαρομέλαινα τὴν χροιὰν καὶ τὸ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται. ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον μὲν νήττης, ἔλαττον δὲ χηναλώπεκος. αἱ δὲ λεγόμεναι φασκάδες μικρῷ μείζονες οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιοι. ἡ δὲ λεγομένη οὐρία οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυπαροκέραμός ἐστι, τὸ δὲ ῥύγχος μακρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς καὶ αὐτὴ στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν οὖσα ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. τῆς δὲ νήττης καὶ κολυμβάδος, ἀφ’ ὧν καὶ τὸ νήχεσθαι καὶ κολυμβᾶν εἴρηται, μνημονεύει μετὰ καὶ ἄλλων
μνημονεύει αὐτῶν καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων (fr. 100 c 5).
- νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας,
- τροχίλους, κολύμβους.
παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι ΠΑΡΑΣΤΑΤΑΙ, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γʹ Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι.
συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ καὶ παραφερομένων ἐπεί τις ἔφη ‘τῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δός’, ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς ‘αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν.’ ὃ δὲ ‘Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν ἢ Παυσανίᾳ (I 719 K)· ‘πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον’. καὶ Εὔβουλος Κατακολλωμένῳ (II 180 K)·
Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξίν (v. 511)· ‘ἐν λοπάδι πεπνιγμένον.’ Κρατῖνος δ’ ἐν Δηλιάσι (I 21 K)·
- καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ (II 12 K)·
- τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
- καὶ πρῶτα μὲν
- αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος
- Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον·
- ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,
v.2.p.364- χλόην καταμπέχοντα σάρκα νεογενῆ.
- Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.’
ΓΑΛΑΘΗΝΩΝ δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη· ‘Φερεκράτης Δουλοδιδασκάλῳ (I 157 K)· ‘γαλαθήν’ ἔκλεπτον οὐ τέλεα.’ ἐν δὲ Αὐτομόλοις (I 153 K)· ‘οὐ γαλαθηνὸν ἄρ’ ὗν θύειν μέλλεις.’ Ἀλκαῖος Παλαίστρᾳ (I 761 K)·
Ἡρόδοτος δ’ ἐν τῇ πρώτῃ φησὶν (c. 183) ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης Φιλεταίρῳ (II 104 K)·
- ὁδὶ γὰρ αὐτός ἐστιν· εἴ τι γρύξομαι
- ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.
Ἡνίοχος Πολυεύκτῳ (II 432 K)·
- κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
- γαλαθηνός.
καὶ Ἀνακρέων δέ φησιν (fr. 51 B4)·
- ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
- ὃ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.
Κράτης Γείτοσι (I 130 K)·
- οἷά τε νεβρὸν νεοθηλέα
- γαλαθηνόν, ὅς τ’ ἐν ὕλῃ κεροέσσης
- ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
Σιμωνίδης δ’ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν (fr. 37)·
- νῦν μὲν γὰρ ἡμῖν ... παιδικῶν ἅλις
- οκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
- χοίρων.
v.2.p.365
καὶ ἐν ἄλλοις ἐπ’ Ἀρχεμόρου εἴρηκεν (fr. 52)·
- ὦ τέκος, οἷον ἔχω πόνον·
- σὺ δ’ ἀωτεῖς, γαλαθηνῷ δ’ ἤτορι κνώσσεις.
Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων (FHG II 309) εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. (θῆσθαι δ᾽ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος· Il. 24.58
- ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
- ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.
διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς·ʼ
- Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,
- νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς (Od. 4.336).’
περιενεχθεισῶν δέ ποτε καὶ ΔΟΡΚΑΔΩΝ ὁ Ἐλεατικὸς Παλαμήδης ὁ ὀνοματολόγος ἔφη· ‘οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων.’ πρὸς ὃν ὁ Μυρτίλος ἔφη· ‘μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 5, 2)· ‘ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες."
ΤΑΩΣ. ὅτι σπάνιος οὗτος ὁ ὄρνις δηλοῖ Ἀντιφάνης ἐν Στρατιώτῃ ἢ Τύχωνι λέγων οὕτως (II 99 K)·
καὶ Εὔβουλος ἐν Φοίνικι. καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται. ‘ὁ ταώς, φησὶν Ἀριστοτέλης
- τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
- σπάνιον ὂν τὸ χρῆμα· πλείους δ’ εἰσὶ νῦν τῶν ὀρτύγων.
Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει (fr. 58 Bl)· ‘εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι. ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται· τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ’ οὐ τὸ σῶμα.’ ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν ἡ θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν· ‘ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει, τὰς δ’ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε. καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ’ ἔτη πλέον ἢ τριάκοντά ἐστιν.’
- μή ποτε θρέψω
- παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας
- ἐγείρει.
(fr. 5 Vels), τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες. καὶ ἀναγιγνώσκουσι μὲν οὕτως παρ’ Εὐπόλιδι ἐν Ἀστρατεύτοισ — πρόκειται δὲ τὸ μαρτύριον (Litt. c) — καὶ ἐν Ὄρνισιν Ἀριστοφάνους (v. 101)
- ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων
Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; καὶ πάλιν (269)
λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης (v. 884). ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν.’ Σέλευκος δ’ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ· ‘ταὧς· παραλόγως δ’ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι’ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας, πρὸ δὲ τούτων τάσσουσιν.
- ὄρνις δῆτα. τίς ποτ’ ἐστίν; οὐ δήπου ταὧς;
πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων, ‘ἀλλὰ κἀγώ, φησὶν ὁ Λαρήνσιος, κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν· ζητήσεις γὰρ σιτούμεθα· τὸν τέτρακα τί νομίζετε;’ καί τινος εἰπόντος ‘εἶδος ὀρνέου’ (ἔθος δὲ γραμματικῶν παισὶν περὶ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου), ὁ Λαρήνσιος ἔφη· ‘καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις (v. 884) οἶδα· ‘πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι.’ ζητῶ δ’ ἐγὼ παρ’ ὑμῶν μαθεῖν εἰ καὶ παρ’ ἄλλῳ τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων. λέγει γὰρ οὕτως· ‘τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ. καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ (p. 237 L)·
καὶ ἐν ἄλλοις δέ φησιν (p. 240 L)·
- λαμβάνοντι γὰρ
- ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονείμονας
v.2.p.369- τέτραγας σπερματολόγους τε κἀγλαὰς συκαλλίδας.
ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε (σιωπᾶτε γάρ), ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μυσίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μυσοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπ’ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα. νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ (ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρ’ Ἀλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν) ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη.’ ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος· καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια· βαρεῖα δ’ ἦν ἡ φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετ’ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.
- ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
- τέτραγές τε σπερματολόγοι.’
ΨΥΑΙ. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν (om. Kinkel)·
Σιμάριστος δ’ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ‘ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ᾽ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλιας.’ Κλέαρχος δ᾽ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί (FHG II 324)· ‘σάρκες μυωταὶ καθ’ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δὲ ἀλώπεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις οὖσα ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα.’ μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς (IV 491 M)·
- Ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν
- ψύας ἔγχει νύξε.
- λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι·
- ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ...
Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν (c. 2)... σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ΥΠΟΓΑΣΤΡΙΟΝ δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ (I 713 K)·
- ΟΥΘΑΡ. Τηλεκλείδης Στερροῖς (I 217 K)·
- ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ.
Θεόπομπος Καλλαίσχρῳ (I 738 K)·
- ὑπογάστριον θύννου τι κἀκροκώλιον.
ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως (I 747 K)·
- ἰχθύων δὲ δὴ
- ὑπογάστρι᾽, ὦ Δάματερ.
- θύννων τε λευκὰ Σικελικῶν ὑπήτρια·
ΛΑΓΩΣ. περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί (fr. 57 R)·
Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε (II 296 K)·
- τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις
- σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος,
- ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,
- θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
- μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σ’ ὁρῶντα
- ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως.
- αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς
- σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα
- καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων.
Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων (I 759 K)·
- ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε
- λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον;
- οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.
- κορίαννον ἵνα τί λεπτόν; Β. ἵνα τοὺς δασύποδας
- οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.
Τρύφων δέ φησι (fr. 19 Vels)· ‘τὸν λαγὼν ἐπ᾽ αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ ν λέγει (I 456 K)·
καὶ ἐν Δαιταλεῦσιν (I 445 K)·
- λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.
Ξενοφῶν δ’ ἐν Κυνηγετικῷ (c. 5, 1) χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθ’ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική (fr. 108)·
- ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
τῇ δὲ λαγὼν ἡ διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν (I 303 K)· ‘ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες.’ εἰσὶν δ’ οἳ καὶ ταῦτ’ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται. δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς οσ λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω παρ’ Ἀττικοῖς· ναὸς νεώς, κάλος κάλως. οὕτως δ’ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός (Amipsiae I 675 K)·
- γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς (fr. 108)·
- λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,
τὸ μέντοι
- γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
ἢ πτῶκα λαγωόνIl. 23.310 εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω, εἰ δ’ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα.’
Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν ὑπομνήμασι (FHG IV 421) ‘κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ φησιν βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι
Θεόπομπος δὲ ἐν τῇ κʹ τῶν ἱστοριῶν (FHG I 301) περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας.
- τί τοῦτο; ποδαπὸς οὗτος;
- Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς.
ΣΥΟΣ δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατ’ οὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου, ‘προβάλλω, τὶς ἔφη, σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν.’ ὃ δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ‘ἀλλ’ ὑμεῖς γε, ἔφη, ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε. προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ σ σῦς ἐτυμώτερον· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατ’ ἀρχὰς σ ὗς. οἳ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον
παρ’ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ (c. 153). καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν (FHG I 335).’ καὶ ὁ Δημόκριτος ἔφη· ‘ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ·
- σὺ δ᾽, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος.
- ξεῖνε, Φιλητᾶς εἰμί. λόγων ὁ ψευδόμενός με
- ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι.
ἵν’ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε (II 27 K)·
Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι (p. 616 N)·
- λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
- τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως· ‘ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.’ καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων (IV 128 a), ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου, συός εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα· τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται (III 564 B). οὐκ ἀγνοῶ δ’ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν (fr. 254)·
- νυμφῶν ὑπὸ σπήλυγγα τὸν αὐτόστεγον
v.2.p.376- σύαγρον ἐκβόλειον εὔθηρον κλύειν,
- ᾧ πλεῖστ’ ἀπαρχὰς ἀκροθινιάζομαι.
καὶ Σκίρας (εἷς δ’ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος) ἐν Μελεάγρῳ φησίν·
- ἔδυ δ’ ἐς ἄντρον ἀσχέδωρος ὥς.
ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.
- ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ
- οὔτ’ ἀσχέδωρος νεμόμενος καπρώζεται.
περιεφέροντο καὶ ΕΡΙΦΟΙ πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολὺ τοῦ ὀποῦ ἔχοντες,
τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ (II 17 K)·
ἐν δὲ Κύκλωπί φησι (II 65 K)·
- κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις (φησίν) ; Β. τίνος;
- εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι
- μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.
- τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ,
- ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
- ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι.
- τῶν χερσαίων δ’ ὑμῖν ἥξει
- παρ’ ἐμοῦ ταυτί·
- βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης,
- αἲξ οὐρανία, κριὸς τομίας,
- κάπρος ἐκτομίας, ὗς οὐ τομίας,
- δέλφαξ, δασύπους, ἔριφοι, ....
v.2.p.378- τυρὸς χλωρός, τυρὸς ξηρός,
- τυρὸς κοπτός, τυρὸς ξυστός,
- τυρὸς τμητός, τυρὸς πηκτός.
Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει (II 437 K)·
βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγων· βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος, θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος, κρέα τ’ ἄλλα (τὸ πλῆθος ἀμύθητον) χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.
- βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων
- ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγορὰν
- πρὸς τοὺς Ἑρμᾶς,
- οὗ προσφοιτῶσ’ οἱ φύλαρχοι,
- τούς τε μαθητὰς τοὺς ὡραίους,
- οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
- μελετᾷ Φείδων καὶ καταβαίνειν·
- οἶσθ’ οὓς φράζω;
- τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ
- ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
- ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί·
- σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται,
- κρέας ἐξ ἅλμης ἐξῄρηται,
- τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
- χορδῆς ἕτερος, φύσκης ἕτερος
- διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον·
- κρατὴρ ἐξερροίβδητ’ οἴνου·
- πρόποσις χωρεῖ· λέπεται κόρδαξ·
- ἀκολασταίνει νοῦς μειρακίων·
- πάντ’ ἐστ’ ἔνδον τὰ κάτωθεν ἄνω.
- μέμνησ’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω.
- χάσκεις οὗτος;
v.2.p.379
- καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ’ ἔστ᾽
- ἀγαθῶν πλήθη.
- πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει,
- τίλλει, κόπτει, τέμνει, δεύει,
- χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
- πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ βινεῖ.
- σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί,
- μολπά, κλαγγὰ θράττει, νεῖται πνεῖται.
- κούραν Κασίας
- ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας
- ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
- λιβάνου, μάρου, σμύρνης, καλάμου,
- στύρακος, βάρου,
- λίνδου, κίνδου, κισθοῦ, μίνθου·
- τοιάδε δόμους ὁμίχλη κατέχει
- πάντων ἀγαθῶν ἀνάμεστος.
ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ἡ ῥοδουντία καλουμένη λοπάς· περὶ ἧς ἐξετραγῴδησεν ὁ σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι ὅ τι φέρει. διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη· ‘τί τοιοῦτον ἐξεῦρεν ὁ παρὰ Ἀνθίππῳ τῷ κωμικῷ μάγειρος, ὃσ ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο (IV 459 M)·
ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ᾽ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον τὸν τοῖς τοιούτοισ παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ᾽ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. Β. μάλ’ εἰκότως. Α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐθὲν Διοδώρου διαφέροντ’ Ἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων· οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμέν’ εὐθύς ἐστί μοι πρὸς τὸν βίον· ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην
- Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος
- ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης·
- ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος.
- οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα
v.2.p.381
- ἔχον πατρῴαν οὐσίαν κατεσθίει·
- τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας
- καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων
- ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα·
- ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,
- πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων.
- τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας·
- ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν
- ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον·
- ὅταν ἐγγὺς ᾖ δ’ ὅδ’ ὕστερος, ἀρτύω φακῆν
- καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ.
- τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει,
- νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων.
- σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ
- χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν,
- ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.
- ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν
- ἕκαστος ὑμῶν.
καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς, (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναι) τί φησίν (II 423 K) ;ʼ
τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. .... στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καὶ τίν’ ἰχθὺν ἀγοράσαι, ....... πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ᾽ ἄκουε μηδὲ πάντα μάνθανε τῶν βιαίων ἔσθ’ ἕνεκα τὰ γεγραμμένα, κενὰ μᾶλλον ἢ ὅτε ἦν οὐδέπω γεγραμμένα. οὐδ᾽ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ’ ἀρτίως ...................
- σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς,
- ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι
- πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν
- τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν.
- ἂν μὲν γὰρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον,
- τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
v.2.p.383
- ὅρον γὰρ οὐκ ἔσχηκεν οὗ ὁ καιρός
- αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽
- εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης
- καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη.
- ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δ᾽, ὃν ἀρτίως
- ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
- πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία,
- πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
- παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
- ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι
- φορτηγικῶν μοι βρωμάτων ἀγωνίαις
- τἠμῇ ποιήσω νυστάσαι παροψίδι.’