Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ἐπὶ τούτοις ὁ μάγειρος ἔφη· ‘λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν (Ar. Nub. 961), ἀλλ’ εὕρεσιν ἐμήν (ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ· ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη (II 184 K)·
Φιλύλλιός τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν (I 784 K)·
- ἀλλ’ ἠκούσαμεν
- καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς
- ὅσ᾽ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται,
- ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.
v.2.p.331
περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν’, καὶ ἐπέδειξεν. ‘ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως (εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς) διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ’ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ’ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ’ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.
- ὅ τι ἂν τύχῃ
- μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
- πληγάς)
τὴν δ’ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον (II 425 K)·
- ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν
v.2.p.332- ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
- φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
- νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ.
- εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε,
- ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
- τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
- τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
- ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά.
- κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σόν,
- ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν.
- ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα
- οὔτ’ ἀριθμὸν οὔτ’ ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει,
- περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
- εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω.
- λαφυροπώλῃ παντάπασι μεταδίδου,
- τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν·
- τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
- ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος.
- μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.’
πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ‘καὶ πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν (Tim.
ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. ‘οὐδ᾽ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;’ οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ‘τί λέγεις; οὐδὲ εἷς;’ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ‘σῦν ἄρα θύεις ἐρυσίχθον᾽;’ οὔκ, ἔφην ἐγώ. ‘βοῦν δ’ εὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί’ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω .....τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽· ὥσθ’ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρον οὐκ οἶσθα λέγοντα;’ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ‘κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.’ Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ‘οὕτω λαλεῖν εἴωθα.’ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ‘ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.’ τοῦτο δ’ ἐστὶ τί; ‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ‘πηγὸς πάρεστι;’ πηγός; οὐχὶ λαικάσει,
- σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
- εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
- ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
- πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ,
- εὐθύς μ’ ἐπηρώτησε προσβλέψας μέγα
- ‘πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.’
- ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
- τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;
- οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία
v.2.p.334
- ἐρεῖς σαφέστερόν θ’ ὃ βούλει μοι λέγειν;
- ‘ἀτάσθαλός γ’ εἶ, πρέσβυ, φησ᾽· ἅλας φέρε.’
- τοῦτ’ ἔστι πηγός; ‘ἀλλὰ δεῖξον χέρνιβα.’
- παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
- τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
- μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
- τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων
- σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων,
- πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
- ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ
- ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.
περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι ‘γόνυ κνήμης ἔγγιον’ καὶ ‘περιῆλθον Ἀσίαν καὶ Εὐρώπην’. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε (II 341 K)·
- ἧψε, μοὐδόκει,
- πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε.
- Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς·
- ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;
- ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας
- ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
- εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι
- ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη
v.2.p.336- ὥσπερ κίσηρις λήψεται διεξόδους
- σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται·
- τὰ κρέα δ’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα,
- ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
- Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία,
- ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ’ αὐτά, παῖ,
- ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
- ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
- ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφαγών.
- Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα
- λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις·
- τέχνην δ’ ὀνειδίζεις.
καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε (IV 108 M)·
ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον (II 570 K),
- οὐδὲ εἷς
- μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·
- ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
- παρατίθημ’ ὁλοσχερῆ
- ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
- χοιρίδια περιφόρινα κρομβώσας ὅλα,
- δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.
ΧΗΝ. περιενεχθέντων δὲ τούτων καὶ ἄλλων χηνῶν περιττῶς ἐσκευασμένων ἔφη τις ‘οἱ χῆνες
καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι (fr. 58 R)·
- ἀλλ’ εἴ τις ὥσπερ χῆνα ἔτρεφέν μοι λαβὼν
- σιτευτόν.
σὺ δὲ ἡμῖν, ὦ Οὐλπιανέ, δίκαιος εἶ λέγειν, ὁ περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα. ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων (I 26 K)· ‘χηνοβοσκοί, βουκόλοι.’ Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν (Od. 15.161)· ‘αἰετὸς ἀργὴν χῆνα φέρων.’ καί· Od. 15.174
- ὡς καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,
- ὀπτὸν ἁπλῶς καὶ τόνδε.
καί· Od. 19.536
- ὣς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ.
χηνείων δὲ ἡπάτων (περισπούδαστα δὲ ταῦτα κατὰ τὴν Ῥώμην) μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως (II 199 K)·
- χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
- ἐξ ὕδατος.
- εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.’
ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων. μνημονεύει δ’ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ (IV 568 M)·
μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ᾽ ἐστὶ ταῦτα συγκεκομμένα μεθ’ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. ‘λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν ὁ γραμματικὸς (p. 219 N) Ἀχαιούς’, ὁ Μυρτίλος ἔφη. ‘Ἀντικλείδης δ’ ἐν ηʹ Νόστων (fr. 8 M) ‘ἐν δείπνῳ, φησίν, μελλόντων Χίων ὑπ᾽ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη·
- εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος.
- Β. ταύτης μὰ τὸν Δί’ οὐχὶ κατέλιπον λέγω
- οὐδέν.
ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως (I 691 K)· ..... καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν· Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει (IV 468 M)·
- ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις·
- φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.’
- ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων
- πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο,
- ἡ δ’ ἀνδροφόνος Γνάθαινα γελάσασα ....
- ‘καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην
- Δήμητρα.’ καὶ δύ’ ἁρπάσασα κατέπιεν,
v.2.p.339- ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.’
εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ’ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη· ‘ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμᾶς καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε’. καὶ ὃς ‘Τιμοκλῆς, ἔφη, ὁ κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως (II 451 K)·
ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως (II 368 K)·
- γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
- ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς ὁ τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς ‘ποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παρ’ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.’ οἱ μὲν οὖν πολλοὶ μακρὰ χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος (I 705 K)·
- ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον.
καὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ,
- ἀλλ᾽, ὦ ᾽γαθέ, δειπνῶμεν, κἄπειτά με πᾶν
- ἐπερωτᾶν
- ὅ τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
- ἐπιλήσμων.
καὶ Ἀριστοφάνης Σφηξίν (330)·
- ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
- φρύξας, ἑψήσας κἀπανθρακίσας, ὀπτήσας,
- εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην
- χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
- ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
- ἀποφυσήσας
- εἰς ὀξάλμην ἔμβαλε θερμήν.