Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ (I 627 K)·
Φερεκράτης Αὐτομόλοις (I 153 K)·
- ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται,
- ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι;
- Β. ἔγωγε πέρυσι κάραβον φαγών.
Φιλήμων Θησαυρῷ (II 487 K)·
- τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
Μένανδρος Καρχηδονίῳ (IV 145 M)·
- οὔκ ἐστ’ ἀληθὲς παραλογίσασθ’ οὐδ’ ἔχειν
- ὀψάρια χρηστά.
καὶ ἐν Ἐφεσίῳ (IV 125 M)·
- ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
- ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν.
εἶτ’ ἐπιφέρει·
- ἐπ’ ἀρίστῳ λαβὼν
- ὀψάριον.
v.2.p.341
Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ (II 273 K)·
- τῶν ἰχθυοπωλῶν ἀρτίωσ τις τεττάρων
- δραχμῶν ἐπώλει κωβιούς.
καὶ μετ’ ὀλίγα·
- ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους (I 403 K)·
- σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησίν (II 361 K)·
- εἰ μὴ παραμυθῇ μ’ ὀψαρίοις ἑκάστοτε,
- θερμοτέροις χαιρεοις αἰεὶ
- τοῖς ὀψαρίοις ἢ τὸ μέσον ἢ κατωτέρω;
- Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ
- ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν· ψυχρά σοι
- ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ;
- Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή.
- Α. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ.
- Β. οὐκ οἴομ’ οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
- Α. ἐγὼ δ’ ἐρῶ ... τοῖς γὰρ ἑστιωμένοις
- τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
- Β. σὺ πρὸς θεῶν ἔθυσας ... τὸν ἔριφον·
- μὴ κόπτ’ ἔμ᾽, ἀλλὰ τὰ κρέα. Α. παῖδες, παράγετε·
- ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει;
v.2.p.342- Β. δηλονότι. Α. μή μοι δῆλον, ἀλλ’ ἔχει κάπνην;
- Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ᾽ οὑτοσί.
ταῦτά σοι παρ’ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ’ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε (II 308)·
ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ ΦΑΣΙΑΝΙΚΟΙ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρόν σου γλωσσαλγίαν.’ ‘ἀλλ’ ἢν ἐμοὶ εἴπῃς’, ἔφη ὁ Οὐλπιανός, ‘διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ’ οὐκ ἐφ᾽ Ἑλλήσποντον πλεύσας (Hom. Ι 360), ἀλλ’ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.’
- ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
- ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν.
- ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν
- ἔμψυχον· ἰχθῦς ἐπριάμην τεθνηκότας
- μεγάλους, κρεᾴδι’ ἀρνὸς ἐσθίειν πίονος,
- οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί,
- ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
- δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,
- ἀδικεῖν προσομολογῶ παραβαίνων τὸν νόμον.
καὶ ὁ Μυρτίλος ‘ἐπὶ ταύταις, ἔφη, ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων (II 238 K)·
φασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ’ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα· καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ’ ὀρνίθων. ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι λέγουσι τά τ’ ἄλλα καὶ τάδε (v. 67)·
- Εὐρύβατε κνισολοῖχε, .. οὐκ ἔσθ’ ὅπως
- οὐκ ὀλβιογάστωρ εἶ σύ.
καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί (v. 109)·
- ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
- Β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός.
δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς. κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ (I 629 K). Μνησίμαχος δ’ ἐν Φιλίππῳ (εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν) φησί (II 442 K)·
- τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.
Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γʹ περὶ ζῴων (fr. 180 W) μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ‘ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γὰρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.’ καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων
- καὶ τὸ λεγόμενον,
- σπανιώτερον πάρεστιν ὀρνίθων γάλα
- καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν (FHG III 194) περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα· ‘πλῆθος δ᾽ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων.’ Καλλίξενος δ’ ὁ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας (FHG III 65) διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει· ‘εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.’ Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων (FHG III 186) τέταρόν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διὰ σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον
Ἀλέξανδρος δ’ ὁ Μύνδιός φησιν (Rose Arist. ps. p. 293) ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον. θηρεύεται δ’ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ’ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθων ‘ἐκ τῆς Λυδίας μετακομισθέντες, φησίν, εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες ‘τρὶς τοῖς κακούργοις κακά’. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ’ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται.’ μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως (fr. 36 B4)
- ΑΤΤΑΓΑΣ. Ἀριστοφάνης Πελαργοῖς (I 504 K)·
- ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν· ἐν δ’ Ἀχαρνεῦσιν (v. 875) καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ.
- οὐδ’ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.
ΠΟΡΦΥΡΙΩΝ. ὅτι καὶ τούτου Ἀριστοφάνης (Av. 707) μέμνηται δῆλον. Πολέμων δ’ ἐν πέμπτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον (fr. 59 Pr) πορφυρίωνά φησι τὸν ὄρνιν διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθ’ ὅταν τοῦθ’ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε, φησίν, τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον· μεθ’ ὃ κονισάμενος λούεται, εἶτα τρέφεται. Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν (p. 290 R) αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δ’ ἔχει λεπτόν· διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει. πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. Ἀλέξανδρος δ’ ὁ Μύνδιος ἐν βʹ περὶ τῆς τῶν πτηνῶν ἱστορίας Λίβυν εἶναί φησι τὸν ὄρνιν καὶ τῶν κατὰ τὴν Λιβύην θεῶν ἱερόν. ΠΟΡΦΥΡΙΣ. Καλλίμαχος δ’ ἐν τῷ περὶ ὀρνίθων (fr. 100 2 Schn) διεστάναι φησὶ πορφυρίωνα πορφυρίδος, ἰδίᾳ ἑκάτερον καταριθμούμενος· τὴν τροφήν τε λαμβάνειν τὸν
- αἰεί μ᾽, ὦ φίλε θυμέ, τανύπτερος ὡς ὅκα πορφυρίς.
ΠΕΡΔΙΞ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης. τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος (fr. 106 B4)·
οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς (fr. 301 N)·
- πτώσσουσαν ὥστε πέρδικα.
Φερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα (I 192 K)·
- ὄρνιθος ἦλθ’ ἐπώνυμος
- πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις.
Φρύνιχος Τραγῳδοῖς (I 384 K)·
- ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι (I 779 K)·
- τὸν Κλεόμβροτόν τε τοῦ
- Πέρδικος υἱόν.
Ἐπίχαρμος δ’ ἐν Κωμασταῖς βραχέως (p. 244 L)·
- τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.
v.2.p.348
φησὶ δ’ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε (p. 287 R)· ‘ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα. πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται.
- σηπίας τ’ ἆγον νεούσας πέρδικάς τε πετομένους.
ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων (fr. 100 3 Schn). μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ὁ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικήσαντος. Ἀριστοτέλης δέ φησιν (h. a. p. 614 a 2) ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους. ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους, ὡς καὶ ὁ Μύνδιός φησιν Ἀλέξανδρος. νεοττεύουσι δὲ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται ὁ τῶν ἀγρίων ἡγεμὼν μαχούμενος· ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο
καλοῦνται δ’ οἱ πέρδικες ὑπ’ ἐνίων κακκάβαι, ὡς καὶ ὑπ᾽ Ἀλκμᾶνος λέγοντος οὕτως (fr. 25 B4)·
σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων ὁ Ποντικὸς ἔφη (fr. 24 Koepke) ‘τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων· ὧν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. οὐ πάντες δ’ οἱ πέρδικες, φησί, κακκαβίζουσιν· Θεόφραστος γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν (fr. 181 W) ‘οἱ Ἀθήνησι, φησίν, ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δ’ ἐπέκεινα τιττυβίζουσιν.’ Βάσιλις δ’ ἐν τῷ δευτέρῳ τῶν Ἰνδικῶν (FHG IV 346) ‘οἱ μικροί, φησίν, ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται.’ Μενεκλῆς δ’ ἐν πρώτῃ τῆς Συναγωγῆς (FHG IV 450) ‘οἱ Πυγμαῖοι, φησί, τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσι.’ τῶν δὲ περδίκων ἐστὶν ἕτερον γένος ἐν Ἰταλίᾳ ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει, τὸ ῥύγχος οὐχὶ κινναβάρινον ἔχον. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς. οἱ δὲ περὶ τὴν Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς τὴν Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ
- ἔπη τάδε καὶ μέλος Ἀλκμὰν
- εὗρε γεγλωσσάμενον
- κακκαβίδων στόμα συνθέμενος,