Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ἢ ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ ὁ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη·
ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν’. καὶ ὁ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. ‘οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα (anth. 1. p. 217 Bgk)·
- τὸ μοσχίον
- τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησίν·
- ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων
- τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν
- ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει·
- δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν
- ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον·
- φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι·
- ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.
- ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε,
- καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα.
- θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη
- κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι·
- καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας
- καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη,
- θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
- ἐγὼ δ’ ὅκου πόδες φέρουσιν, ὀφθαλμοὺς
- ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ’ ᾄδων
- καὶ δόντι καὶ μὴ δόντι πλέονα τωνγεω.
κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων· καὶ τὰ ᾀδόμενα δὲ ὑπ’ αὐτῶν κορωνίσματα
- ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ·
- δὸς ὦν, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
- νόμος κορώνῃ χεῖρα δοῦν ἐπαιτούσῃ.
- τοσαῦτ’ ἀείδω· δός τι καὶ καταχρήσει.
καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βʹ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν (FHG IV 514) γράφων οὕτως· ‘εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι·
τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.’
- ἦλθ᾽, ἦλθε χελιδὼν
- καλὰς ὧρας ἄγουσα,
- καλοὺς ἐνιαυτούς,
- ἐπὶ γαστέρα λευκά,
- ἐπὶ νῶτα μέλαινα.
- παλάθαν σὺ προκύκλει
- ἐκ πίονος οἴκου
- οἴνου τε δέπαστρον
- τυροῦ τε κάνυστρον.
- καὶ πυρῶν
- ἁ χελιδὼν καὶ λεκιθίταν
- οὐκ ἀπωθεῖται. πότερ’ ἀπίωμες ἢ λαβώμεθα;
- εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομεν,
- ἢ τὰν θύραν φέρωμες ἢ θοὐπέρθυρον
- ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν·
- μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες.
- ἂν δὴ φέρῃς τι,
- μέγα δή τι φέροιο.
v.2.p.289- ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι·
- οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
ἐπεὶ δὲ Ῥοδιακῶν ἱστοριῶν ἐμνήσθημεν, ἰχθυολογήσων καὶ αὐτὸς ὑμῖν ἔρχομαι ἀπὸ τῆς καλῆς Ῥόδου, ἣν εὔιχθυν εἶναί φησιν ὁ ἥδιστος Λυγκεύς. Ἐργείας οὖν ὁ Ῥόδιος ἐν τοῖς περὶ τῆς πατρίδος προειπών τινα περὶ τῶν κατοικησάντων τὴν νῆσον Φοινίκων φησὶν (FHG IV 405) ὡς ‘οἱ περὶ Φάλανθον ἐν τῇ Ἰαλυσῷ πόλιν ἔχοντες ἰσχυροτάτην τὴν Ἀχαίαν καλουμένην καὶ ὕδατος ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἐν χρησμῷ τινι λελεγμένον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γένωνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτ’ οὐδέποτε ἔσεσθαι καὶ τὰ πρὸς τὸν πόλεμον ῥᾳθυμοτέρως εἶχον. ὁ δ’ Ἴφικλος πυθόμενος παρά τινος τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα πορευόμενον ἐφ’ ὕδωρ, ᾧ ὄνομα ἦν Λάρκας, καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖον ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ τοῦτο ἐγχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ ὃ μὲν ἐποίησε ταῦτα· ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δ’ ἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε
Κρεώφυλος δ’ ἐν τοῖς Ἐφεσίων Ὥροις (FHG IV 371) ‘οἳ τὴν Ἔφεσον, φησί, κτίζοντες καὶ πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου τὸ τελευταῖον
τοιούτων οὖν ἔτι πολλῶν λεγομένων τότε ἐξάκουστος ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν αὐλῶν τε βόμβος καὶ κυμβάλων ἦχος ἔτι τε τυμπάνων κτύπος μετὰ ᾠδῆς ἅμα γινόμενος. ἔτυχεν δὲ οὖσα ἑορτὴ τὰ Παρίλια μὲν πάλαι καλουμένη, νῦν δὲ Ῥωμαῖα, τῇ τῆς πόλεως Τύχῃ ναοῦ καθιδρυμένου ὑπὸ τοῦ πάντα ἀρίστου καὶ μουσικωτάτου βασιλέως Ἀδριανοῦ· ἐκείνην τὴν ἡμέραν κατ᾽ ἐνιαυτὸν ἐπίσημον ἄγουσι πάντες οἱ τὴν Ῥώμην κατοικοῦντες καὶ οἱ ἐνεπιδημοῦντες τῇ πόλει. ὁ οὖν Οὐλπιανὸς ‘ἄνδρες, ἔφη, τί τοῦτο;
καί τινος εἰπόντος ὅτι βαλλίζουσιν οἱ κατὰ τὴν πόλιν ἅπαντες τῇ θεῷ, ‘ὦ λῷστε’, ὁ Οὐλπιανὸς γελάσας ἔφη, ‘καὶ τίς Ἑλλήνων τοῦτο βαλλισμὸν ἐκάλεσεν, δέον εἰρηκέναι κωμάζουσιν ἢ χορεύουσιν ἤ τι ἄλλο τῶν εἰρημένων. σὺ δὲ ἡμῖν ἐκ τῆς Συβούρας ὄνομα πριάμενος
- εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν
- (Od. 1.226).’
v.2.p.292
καὶ ὁ Μυρτίλος ἔφη· ‘ἀλλὰ μὴν καὶ Ἑλληνικώτερον ἀποδείξω σοι τὸ ὄνομα, ὦ φίλε Ἐπιτίμαιε. πάντας γὰρ ἐπιστομίζειν πειρώμενος οὐδενὸς μὲν ἀμαθίαν κατέγνως, ‘σαυτὸν δ’ ἀποφαίνεις κενότερον λεβηρίδος’. Ἐπίχαρμος, ὦ θαυμασιώτατε, ἐν τοῖς Θεαροῖς μέμνηται τοῦ βαλλισμοῦ, καὶ οὐ μακράν ἐστι τῆς Σικελίας ἡ Ἰταλία. ἐν οὖν τῷ δράματι οἱ θεωροὶ καθορῶντες τὰ ἐν Πυθοῖ ἀναθήματα καὶ περὶ ἑκάστου λέγοντές φασι καὶ τάδε (p. 242 L)·
- ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ (Aristias p. 563 N).’
καὶ Σώφρων δ’ ἐν τῇ ἐπιγραφομένῃ Νυμφοπόνῳ φησίν (fr. 27 Bo)· ‘κἤπειτα λαβὼν προῆχε, τοὶ δ᾽ ἐβάλλιζον.’ καὶ πάλιν (fr. 28)· ‘βαλλίζοντες τὸν θάλαμον σκατὸς ἐνέπλησαν.’ ἀλλὰ μὴν καὶ Ἄλεξις ἐν Κουρίδι φησί (II 333 K)·
- λέβητες χάλκιοι,
- κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις
- και λωτε βαλλιζόντες σιοσσον χρῆμα εἴη.
οἶδα δὲ καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω.
- καὶ γὰρ ἐπὶ κῶμον .... ἀνθρώπων ὁρῶ
- πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν
- ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ
v.2.p.293- νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
- ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε
- θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.
σὺ δὲ ἡμῖν δίκαιος εἶ λέγειν, ὁ καὶ τῶν Ὁμηρικῶν μεμνημένος τούτων· Od. 1.225
τίνι διαφέρει ἀλλήλων. ἐπεὶ δὲ σιγᾷς, ἐγὼ ἐρῶ. κατὰ γὰρ τὸν Συρακόσιον ποιητὴν (Epich. p. 262 L)·
- τίς δαίς, τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο; τίπτε δέ σε
- χρεών;
- εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν,
τὰς θυσίας καὶ τὰς λαμπροτέρας παρασκευὰς ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνας καὶ τοὺς τούτων μετέχοντας εἰλαπιναστάς. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ’ ὁ αὐτὸς καὶ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ θιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος, ὡς Εὐριπίδης φησίν (Bacch. 680)·
- τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.
τοὺς μὲν οὖν θιάσους ἀπὸ τοῦ θεοῦ προσηγόρευον· καὶ γὰρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιούς φασι. τὰς δ᾽ εἰλαπίνας ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς γινομένης καὶ δαπάνης. λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν οἱ ποιηταὶ τάττουσι, καὶ τὰ διαρπαζόμενα κατὰ τὴν λάφυξιν λάφυρα. τὰς δὲ τοιαύτας εὐωχίας
- ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν.
τὰς δ’ εὐωχίας ἐκάλουν οὐκ ἀπὸ τῆς ὀχῆς, ἥ ἐστι τροφή, ἀλλ’ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς δὴ συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺς μεθιέντες τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἰήιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰή ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή· περὶ ἑταίρας δέ τινος λέγει (II 254 K)·
- ἀλλ’ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν.
- ἔπειτά γ’ εἰσιόντ᾽, ἐὰν λυπούμενος
- τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως·
- ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
- ὥσπερ πολέμιος, ἀλλὰ τοῖσιν στρουθίοις
- χανοῦσ’ ὁμοίως· ἥ σε, παρεμυθήσατο
v.2.p.295- ἐποίησέ θ’ ἱλαρὸν εὐθέως τ᾽ ἀφεῖλε πᾶν
- αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
οἱ δ’ ἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν. ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵν’ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν· Od. 3.435
καὶ ὁ Ποσειδῶν Od. 1.22. 25
- ἦλθε δ’ Ἀθήνη
- ἱρῶν ἀντήσουσα.
καὶ ὁ Ζεὺς Il. 1.424
- Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας,
- ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων ἢ καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν (p. 260 L)
- χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο.
ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ
- ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες.
δαίνυνθ’ ἑζόμενοιOd. 3.471, οὔτ’ εἰς μέθην πίνειν, ἀλλ’
ἐπεὶ ἔσπεισάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστοςOd. 3.395.
οἱ δὲ νῦν προσποιούμενοι θεοῖς
ἐπὶ νοῦν λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ὁ ῥυθμικὸς ἢ ὅστις δή ποτε (I 193 K)·
- νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα,
νῦν δὲ τούτων μὲν οὐδ’ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων καὶ μεγάλων Ἔργων πεπαρῴδηται·
- μηδὲ σύ γ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν
- ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·
- ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον.
ἔτι δὲ καὶ ταῦτα προστίθεμεν (Hes. op. 722)·
- ἡμῶν δ’ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,
- ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα
- χὤττι τάχιστα θύραζ’ ἐξελθεῖν βουλόμεθ’ αὐτόν.
- εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κᾆτά τις εἶπε
- τῶν ξυμπινόντων ‘ἤδη σύ; τί οὐχ ὑποπίνεις;
- οὐχ ὑπολύσεις αὐτόν;’ ὃ δ’ ἄχθεται αὐτὸς ὁ θύων
- τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα (Theogn. 467)·
- ‘μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν
- μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη’. οὐ γὰρ ἐπ᾽
- οἴνοις
v.2.p.297- τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;
- μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι
- ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.
καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν (IV 161 M)·
- εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
- ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
- δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
- αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
- Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι
- μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον
- δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
- ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
- τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν.
- πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
- ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
- ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
- εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
- ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.