Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ἐρατοσθένης δ’ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ (p. 201 Bernh) ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως· ‘θαυμάζουσι δὲ οἱ αὐτοὶ καὶ πῶς κύαθον μὴ κεκτημένος, ἀλλὰ κυμβίον μόνον, φιάλην προσεκέκτητο. δοκεῖ δή μοι τὸ μὲν τῆς τῶν ἀνθρώπων χρείας ἕνεκα, τὸ δὲ τῆς τῶν θεῶν τιμῆς εἰς τὴν κτῆσιν παρειληφέναι. κυάθῳ μὲν οὖν οὐδὲν ἐχρῶντο τότε οὐδὲ κοτύλῃ. κρατῆρα γὰρ ἵστασαν τοῖς θεοῖς, οὐκ ἀργυροῦν οὐδὲ λιθοκόλλητον, ἀλλὰ γῆς Κωλιάδος γῆς. τοῦτον δ᾽ ὁσάκις ἐπί τι πληρώσαιεν, ἀποσπείσαντες τοῖς θεοῖς ἐκ τῆς φιάλης ᾠνοχόουν ἐφεξῆς, τὸν νεοκρᾶτα βάπτοντες τῷ κυμβίῳ, καθὰ καὶ νῦν παρ’ ὑμῖν ποιοῦσιν ἐν τοῖς φιδιτίοις. εἰ δέ ποτε πλεῖον πιεῖν βουληθεῖεν, προσπαρετίθεσαν τοὺς καλουμένους κοτύλους, κάλλιστα καὶ εὐποτώτατα ἐκπωμάτων. ἦσαν δὲ καὶ οὗτοι τῆς αὐτῆς κεραμείας.’ ὅταν δ’ Ἔφιππος ἐν Ἐφήβοις λέγῃ (II 255 K)·
οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα ἢ αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ
- οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,
- οὐ κυμβίοισι πεπολέμηκ’ Εὐριπίδης,
καὶ Ἔφιππος ἐν Ὁμοίοις ἢ Ὀβελιαφόροις (ib. 259)
- δὸς δὴ τὸν χόα
- αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων·
- Εὐριπίδης τις σήμερον γενήσεται.
ὅτι δὲ καὶ πλοῖον ἡ κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν (fr. 123 N)·
- Διονυσίου δὲ δράματ’ ἐκμαθεῖν δέοι
- καὶ Δημοφῶντος, ἅττ’ ἐποίησεν εἰς Κότυν,
- ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
- Λάχητί τ’ οἰκήσαιμι τὴν ἑξῆς θύραν,
- κυμβία τε παρέχοιμ’ ἑστιῶν Εὐριπίδῃ.
κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.
- ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;
ΚΥΠΕΛΛΟΝ. τοῦτο πότερόν ἐστιν ταὐτὸν τῷ ἀλείσῳ καὶ τῷ δέπαι καὶ μόνον ὀνόματι διαλλάσσει —
ἢ διάφορος ἦν ὁ τύπος καὶ οὐχ ὥσπερ τὸ δέπας καὶ τὸ ἄλεισον ἀμφικύπελλον, οὕτω δὲ καὶ τοῦτο, κυφὸν δὲ μόνον; ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὥσπερ
- τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
- δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν (Il. 9.670) —
Ἀντίμαχος δ’ ἐν εʹ Θηβαίδος (fr. 20)·
- ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν
- χρύσεον ἄμφωτον.
Σιληνὸς δέ φησι· ‘κύπελλα ἐκπώματα σκύφοις ὅμοια, ὡς καὶ Νίκανδρος ὁ Κολοφώνιος (fr. 140 Sch), ... ‘κύπελλα δ’ ἔνειμε συβώτης ( Od. 20.253).’ Εὔμολπος δὲ ποτηρίου γένος, ἀπὸ τοῦ κυφὸν εἶναι. Σιμάριστος δὲ τὸ δίωτον ποτήριον Κυπρίους, τὸ δὲ δίωτον καὶ τετράωτον Κρῆτας. Φιλητᾶς δὲ (fr. 48 Bach) Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα.
- πᾶσιν δ’ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες
- χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο.
ΚΥΜΒΗ. Φιλήμων ἐν ταῖς Ἀττικαῖς Φωναῖς κύλικος εἶδος. Ἀπολλόδωρος δ’ ἐν τῷ περὶ Ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύββα.
ΚΩΘΩΝ Λακωνικὸν ποτήριον, οὗ μνημονεύει Ξενοφῶν ἐν αʹ Κύρου Παιδείας (c. 2, 8). Κριτίας δ’ ἐν Λακεδαιμονίων Πολιτείᾳ γράφει οὕτως (FHG II 68)· ‘χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ καὶ ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακωνικός, ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῷ.
ὡς τῆς κύλικος λεγομένης κώθωνος. Ἀριστοφάνης Ἱππεῦσιν (599)·
- ἀλλ’ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
- φοίτα καὶ κοίλων πώματ’ ἄφελκε κάδων,
- ἄγρει δ’ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς
- νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
Ἡνίοχος Γοργόσι (II 431 K)·
- εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς
- πριάμενοι κώθωνας, οἳ δὲ σκόροδα καὶ κρόμμυα.
Θεόπομπος Στρατιώτισιν (I 747 K)·
- πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
- πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
- κώθωνα παῖδα φάρυγος.
Ἄλεξις Ἐρίθοις (II 363 K)·
- ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
- πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους (p. 23 ed. Bl). Καλλίξεινος δ’ ἐν τετάρτῳ περὶ Ἀλεξανδρείας ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν καὶ καταλέγων πολλὰ ἐκπώματα γράφει καὶ τάδε (cf. V p. 199 f)· ‘κώθωνες διμέτρητοι βʹ.’ —
- εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
- παλαιὸν οἴκων κτῆμα (Eur. Med. 48).
περὶ δὲ τοῦ κωθωνίζεσθαι καὶ ὅτι χρήσιμός ἐστι διὰ χρόνου ὁ κωθωνισμὸς Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῇ περὶ Κωθωνισμοῦ ἐπιστολῇ φησιν οὕτως· ‘συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίγνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθ᾽ ἡμέραν συμποσίων ἐπιπόλαιοι δριμύτητες· ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος
ΛΑΒΡΩΝΙΑ ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δ’ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα· ἔχει δὲ καὶ ὦτα μεγάλα. Μένανδρος Ἁλιεῖ (fr. 24 K)·
ἐν δὲ Φιλαδέλφοις (fr. 503 K)·
- εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον,
- Περσικαὶ στολαὶ δ’ ἐκεῖναι πορφυρᾶ τε στρώματα
- ἔνδον ἔστ᾽, ἄνδρες, ποτηρίδια τορεύματα
- κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.
v.3.p.67
Ἵππαρχος δ’ ἐν Θαίδι (III 273 K)·
- ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
- Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί (II 568 K)·
- ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; Β. Ἡράκλεις,
- ποτήριον χρυσοῦς διακοσίους ἄγον.
- Α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου.
Δίδυμος δ’ ὅμοιον εἶναί φησιν (p. 75 Schm) αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ.
- πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.
- ἀνδραποδιον δὴ ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε,
- ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας.
- Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι.
ΛΑΚΑΙΝΑΙ κυλίκων εἶδος οὕτως λεγόμενον ἢ ἀπὸ τοῦ κεράμου, ὡς τὰ Ἀττικὰ σκεύη, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ, ὥσπερ .... αἱ Θηρίκλειαι λέγονται. Ἀριστοφάνης Δαιταλεῦσι (I 446 K)·
- Συβαρίτιδάς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν
- κυλίκων μέθυ ἡδέως καὶ φίλως.
ΛΕΠΑΣΤΗ. οἳ μὲν ὀξύνουσι τὴν τελευταίαν, ὡς καλή, οἳ δὲ παροξύνουσιν, ὡς μεγάλη. τοῦτο δὲ τὸ ποτήριον ὠνομάσθη ἀπὸ τῶν εἰς τὰς μέθας καὶ τὰς
ἀφ’ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν, κατεναντίον τῷ λεγομένῳ βομβυλιῷ. φησὶν γάρ που ὁ αὐτός (I 544 K)·
- τί δῆτ’ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν;
οἷον ἅθρουν μ’ ἐξέπιες. ἐν δὲ Γηρυτάδῃ (I 432 K)·
- τὸ δ’ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα,
τὸ βάθος παρίστησιν ὁ κωμικὸς τοῦ ποτηρίου. Ἀντιφάνης δὲ ἐν Ἀσκληπιῷ (II 28 K)·
- ἦν δὲ
- τὸ πρᾶγμ’ ἑορτή. περιέφερεν δ’ ἐν κύκλῳ λεπαστὴν
- ἡμῖν ταχὺ προσφέρων παῖς ἐνέχει τε σφόδρα κυανοβενθῆ,
Φιλύλλιος Αὔγῃ (I 783 K)·
- τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν,
- ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ
- τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ’ ἐποίησεν ἐκπιεῖν.
Θεόπομπος Παμφίλῃ (I 744 K)·
- πάντα γὰρ ἦν
- μέστ’ ἀνδρῶν καὶ μειρακίων
- πινόντων· ὁμοῦ δ’ ἄλλων
- γρᾴδι’ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς.
καὶ ἐν Μήδῳ (ib. 740)·
- σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
- ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος
- τέττιξ κελαδεῖ.
Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστὴν καλεῖσθαι. Ἀριστοφάνης δὲ (p. 220 N) καὶ Ἀπολλόδωρος γένος εἶναι κύλικος. Φερεκράτης Κραπατάλλοις (I 171 K)·
- ὥς ποτ’ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
- κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν·
- οἶον δ’ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
- Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν.
Νίκανδρος δ’ ὁ Κολοφώνιός φησιν (fr. 142 Schn) Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Λυκόφρων δ᾽ ἐν τῷ θʹ περὶ Κωμῳδίας (fr. 85 Strecker) παραθέμενος τὰ Φερεκράτους καὶ αὐτὸς εἶναί φησι γένος κύλικος τὴν λεπαστήν. Μόσχος δ’ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν, ἐκπεταλώτερον δέ. Ἀρτεμίδωρος δ’ ὁ Ἀριστοφάνειος ποτήριον ποιόν. Ἀπολλοφάνης δὲ Κρησί (I 799 K)·
- τῶν θεατῶν δ’ ὅστις ἂν
- διψῇ, λεπαστὴν λαψάμενος μεστὴν ἐκχαρυβδίσαι.
Θεόπομπος Παμφίλῃ (ib. 744)·
- καὶ λεπαστά μ’ ἁδύοινος εὐφρανεῖ δι’ ἡμέρας.
Νίκανδρος δ’ ὁ Θυατειρηνὸς ‘κύλιξ, φησί, μείζων,’ παρατιθέμενος Τηλεκλείδου ἐκ Πρυτάνεων (I 215 K)·
- λεπαστὴ μάλα συχνή,
- ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος
- περίστατον βοῶσα τὴν κώμην ποεῖ.
Ἕρμιππος Μοίραις (ib. 236)·
- καὶ μελιχρὸν οἶνον ἕλκειν
- ἐξ ἡδυπνόου λεπαστῆς.
- ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών,
- τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.
ΛΟΙΒΑΣΙΟΝ κύλιξ, ὥς φησι Κλείταρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός .... ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον, καλεῖσθαι λέγων καὶ λοιβίδας τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ Κολοφωνίου.
ΛΕΣΒΙΟΝ ὅτι ποτηρίου εἶδος, Ἡδύλος παρίστησιν ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων·
ΛΟΥΤΗΡΙΟΝ. Ἐπιγένης Μνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί (II 418 K)·
- ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα
- κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν·
- ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν
- κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου.
- ἣν σὺ σάου πάντως, ὡς καὶ πάντων ἀπ᾽ ἐκείνης
- σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
v.3.p.71
- κρατῆρες, κάδοι,
- ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί.
- λουτήρι’ — ἀλλὰ τί καθ’ ἕκαστα δεῖ λέγειν;
- ὄψει γὰρ αὐτός.
ΛΥΚΙΟΥΡΓΕΙΣ. φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατεσκευασμένου, ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει τοῦ Λύκωνος Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου κἀν τῷ πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως (31)· ‘φιάλας Λυκιουργεῖς δύο.’ [ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει· ‘δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο.’ Ἡρόδοτος δ’ ἐν ζʹ (c. 76) ‘προβόλους δύο Λυκιουργίδας ἡμιεργέας’, ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια ἢ ἐν Λυκίᾳ εἰργασμένα.] ὅπερ ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς (p. 314 Schm) τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν αʹ περὶ Ἀκροπόλεως (fr. 2 Pr). ἀγνοεῖ δ’ ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ’ ἀπὸ πόλεων ἢ ἐθνῶν. Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί (143)·
Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ (FHG II 69)· ‘κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνιοεργής.’ Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί (c. 76)· ‘προβόλους δύο Λυκοεργέας.’ μήποτ’ οὖν καὶ παρὰ τῷ Ἡροδότῳ ὡς καὶ παρὰ τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵν’ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.
- τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.