Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΜΕΛΗ. οὕτω καλεῖταί τινα ποτήρια, ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως (III 301 K)

  1. σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν
  2. ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις;
  3. καὶ κατάχεον.
ΜΕΤΑΝΙΠΤΡΟΝ ἡ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. Ἀντιφάνης Λαμπάδι (II 68 K)·
  1. Δαίμονος
  2. Ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.
Δίφιλος Σαπφοῖ (II 564 K)·
  1. Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
  2. μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.
ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ’ ἐν Κύκλωψι (I 695 K)·
  1. καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
Φιλέταιρος Ἀσκληπιῷ (II 230 K)·
  1. ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
    v.3.p.73
  2. μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι (fr. 4 B)·
  1. σὺ δὲ τάνδε Βακχία
  2. εὔδροσον πλήρη μετανιπτρίδα δέξαι.
  3. πραύ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν
  4. πάντας ἄγει.
Ἀντιφάνης Λαμπάδι (II 68 K)·
  1. τράπεζα φυστημινεις, ἅμα δ’ ἦν Δαίμονος
  2. Ἀγαθοῦ μετάνιπτρον.
Νικόστρατος Ἀντερώσῃ (ib. 220)·
  1. μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.

ΜΑΣΤΟΣ. Ἀπολλόδωρος ὁ Κυρηναῖος, ὡς Πάμφιλός φησι, Παφίους τὸ ποτήριον οὕτως καλεῖν.

  1. ΜΑΘΑΛΙΔΑΣ Βλαῖσος ἐν Σατούρνῳ φησίν·
  2. ἑπτὰ μαθαλίδας
  3. ἐπίχε’ ἡμῖν τῶ γλυκυτάτω.
Πάμφιλος δέ φησι· ‘μήποτε ἐκπώματός ἐστιν εἶδος, ἢ μέτρον οἷον κύαθος.’ Διόδωρος δὲ κύλικα ἀποδίδωσι.

ΜΑΝΗΣ ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ (III 389 K)·

  1. καὶ πάνυ τις εὐκαίρως ‘προπίνω, φησί, σοί,
  2. πατριῶτα.’ μάνην δ’ εἶχε κεραμεοῦν ἁδρόν,
  3. χωροῦντα κοτύλας πέντ’ ἴσως. ἐδεξάμην.
    v.3.p.74
παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος (p. 73sq Schm) καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ’ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον· ὅπερ ὁ Σοφοκλῆς ἐν Σαλμωνεῖ χάλκειον ἔφη κάρα, λέγων οὕτως (fr. 494 N)·
  1. τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος·
  2. τῷ καλλικοτταβοῦντι νικητήρια
  3. τίθημι καὶ βαλόντι χάλκειον κάρα.
Ἀντιφάνης Ἀφροδίτης Γοναῖς (II 33 K)·
  1. ἐγὼ ᾽πιδείξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον
  2. ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν —
  3. Β. πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον
  4. ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
  5. Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίνεται.
  6. Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν τύχῃ μόνον
  7. αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
  8. ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
  9. πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
Ἕρμιππος Μοίραις (I 237 fr. 47, 5 K)
  1. ῥάβδον δ’ ὄψει, φησί, τὴν κοτταβικὴν
  2. ἐν τοῖς ἀχύροισι κυλινδομένην,
  3. μάνης δ’ οὐδὲν λατάγων ἀίει·
  4. τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις
  5. παρὰ τὸν στροφέα τῆς κηπαίας
  6. ἐν τοῖσι κορήμασιν οὖσαν.
    v.3.p.75

ΝΕΣΤΟΡΙΣ. περὶ τῆς ἰδέας τοῦ Νέστορος ποτηρίου φησὶν ὁ ποιητής· Il. 11.632

  1. πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός,
  2. χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ’ αὐτοῦ
  3. τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  4. χρύσειαι νεμέθοντο δύο δ’ ὑπὸ πυθμένες ἦσαν.
  5. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
  6. πλεῖον ἐόν· Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.
ἐν τούτοις ζητεῖται πρῶτον μὲν τί ποτ’ ἐστὶ τὸ χρυσείοις ἥλοισι πεπαρμένον, ἔπειτα τί τὸ οὔατα δ’ αὐτοῦ τέσσαρ’ ἔσαν. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τῷ περὶ τῆς Νεστορίδος δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου; ἰδίως δὲ καὶ τοῦτο λέγεται ὅτι οἱ μὲν ἄλλοι μογοῦντες ἐβάσταζον τὸ ποτήριον, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. ταῦτα προθέμενος ὁ Ἀσκληπιάδης ζητεῖ περὶ τῶν ἥλων, πῶς πεπαρμένους αὐτοὺς δεῖ δέχεσθαι. οἳ μὲν οὖν λέγουσιν ἔξωθεν δεῖν ἐμπείρεσθαι τοὺς χρυσοῦς ἥλους τῷ ἀργυρῷ ἐκπώματι κατὰ τὸν τῆς ἐμπαιστικῆς τέχνης λόγον, ὡς καὶ ἐπὶ τοῦ Ἀχιλλέως σκήπτρου· Il. 1.245
  1. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  2. χρυσείοις ἥλοισι πεπαρμένον.
ἐμφαίνεται γὰρ ὡς τῶν ἥλων ἐμπεπερονημένων καθάπερ ἐπὶ τῶν ῥοπάλων. καὶ ἐπὶ τοῦ ξίφους τοῦ Ἀγαμέμνονος· Il. 11.29
  1. ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
    v.3.p.76
  2. χρύσειοι πάμφαινον· ἀτὰρ περὶ κουλεὸν ἦεν
  3. ἀργύρεον.
Ἀπελλῆς μὲν οὖν ὁ τορευτὴς ἐπεδείκνυεν, φησίν, ἡμῖν ἔν τισι Κορινθιακοῖς ἔργοις τὴν τῶν ἥλων θέσιν. ἐξοχὴ δ’ ἦν ὀλίγη τοῖς κολαπτῆρσιν ἐπηρμένη καὶ οἱονεὶ κεφαλίδας ἥλων ἀποτελοῦσα. πεπάρθαι δὲ λέγεται τοὺς ἥλους ὑπὸ τοῦ ποιητοῦ οὐχ ὅτι ἔξωθεν πρόσκεινται καὶ πεπαρμένοι εἰσίν, ἀλλ’ ὅτι ἐμπεπαρμένοις ἐοίκασιν ἔξω τε ὀλίγῳ προὔχουσι, μετέωροι τῆς ἄλλης ἐπιφανείας ὄντες.

καὶ περὶ τῶν ὤτων οὕτως διορίζονται, ὅτι εἶχεν μὲν δύο ὦτα ἄνω, καθότι καὶ τἄλλα ποτήρια, ἄλλα δὲ δύο κατὰ τὸ κύρτωμα μέσον ἐξ ἀμφοῖν τοῖν μεροῖν μικρά, παρόμοια ταῖς Κορινθιακαῖς ὑδρίαις. ὁ δὲ Ἀπελλῆς ἐντέχνως ἄγαν ὑπέδειξε τὴν τῶν τεσσάρων ὤτων σχέσιν ἔχουσαν ὧδε. ἐκ μιᾶς οἱονεὶ ῥίζης, ἥτις τῷ πυθμένι προσκυρεῖ, καθ’ ἑκάτερον τὸ οὖς διασχιδεῖς εἰσι ῥάβδοι ἐπ’ ἀμφοῖν, οὐ πολὺ ἀπ’ ἀλλήλων διεστῶσαι διάστημα. αὗται μέχρι τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν ἔτι μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφυεῖς εἰσιν. καὶ γίνεται τὸν τρόπον τοῦτον τέτταρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ’ ἐπ’ ἐνίων ποτηρίων τὸ εἶδος τῆς κατασκευῆς θεωρεῖται, μάλιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δ’ ἐπὶ τῶν δυεῖν πυθμένων ζητούμενον, πῶς λέγεται τὸ δύο δ’ ὑπὸ πυθμένες ἦσαν, διαλύουσιν οὕτως τινές. τῶν

v.3.p.77
ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχειν τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, καθότι τὰ λεγόμενα κυμβία καὶ τὰς φιάλας καὶ εἴ τι φιαλῶδές ἐστι τὴν ἰδέαν· τινὰ δὲ δύο, ὥσπερ τὰ ᾠοσκύφια καὶ τὰ κανθάρια καὶ τὰς Σελευκίδας καὶ τὰ καρχήσια καὶ τὰ τούτοις ὅμοια· ἕνα μὲν γὰρ εἶναι πυθμένα τὸν κατὰ τὸ κύτος συγκεχαλκευμένον ὅλῳ τῷ ἀγγείῳ, ἕτερον δὲ τὸν πρόσθετον, ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δ’ εἰς πλατύτερον, ἐφ’ οὗ ἵσταται τὸ ποτήριον. καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον. δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἷον τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον καὶ κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατ’ ἐλάττω κύκλον συνεχόμενον ἐν τῷ μείζονι, καθ’ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθμένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν φέρεσθαι τὸ ἔκπωμα. Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον· ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξίν φησιν σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ’ εἶναι τοὺς δύο πυθμένας. ὁποῖόν τι καὶ νῦν ἔστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας
v.3.p.78
ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι· ἐστὶ δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη.

‘ἐγὼ δέ, φησὶν ὁ Μυρλεανός, τάδε λέγω περὶ τοῦ ποτηρίου. οἱ παλαιοὶ καὶ τὰ περὶ τὴν ἥμερον τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἔκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης τοῦ σχήματος ἐναργεῖς τὰς φαντασίας, καὶ τὰ περὶ τὴν ἀίδιον τροφὴν τῷ περιέχοντι κατὰ τὴν ἰδέαν τοῦ σχήματος ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς τοῖς θεοῖς καθαγιζομένους, φθόεις κυκλοτερεῖς καὶ ἀστέρας ἔχοντας, οὓς καὶ καλοῦσι σελήνας. καὶ τὸν ἄρτον δ’ ἐκάλεσαν ὅτι τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος. καὶ τὸ ποτήριον οὖν τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμημα τοῦ κόσμου. τὸ δὲ τοῦ Νέστορος καὶ ἰδιαίτερόν ἐστιν. ἔχει γὰρ καὶ ἀστέρας, οὓς ἥλοις ὁ ποιητὴς ἀπεικάζει διὰ τὸ τοὺς ἀστέρας περιφερεῖς εἶναι τοῖς ἥλοις ὁμοίως καὶ ὥσπερ ἐμπεπηγέναι τῷ οὐρανῷ, καθὼς καὶ Ἄρατός φησιν ἐπ’ αὐτῶν (453)·

  1. οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
περιττῶς δὲ καὶ τοῦτ’ ἔφρασεν ὁ ποιητής, τοὺς
v.3.p.79
χρυσοῦς ἥλους παρατιθεὶς τῇ τοῦ ἀργυροῦ ἐκπώματος φύσει, τὴν τῶν ἀστέρων καὶ τοῦ οὐρανοῦ ἐκτυπῶν κατὰ τὴν ἰδέαν τῆς χρόας οὐσίαν. ὁ μὲν γὰρ οὐρανὸς ἀργύρῳ προσέοικεν, οἱ δὲ ἀστέρες χρυσῷ διὰ τὸ πυρῶδες.’

ὑποθέμενος οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ τὴν ζωὴν οἱ ἄνθρωποι· ‘λέγω δὲ τὰς πελειάδας. ὅταν γὰρ εἴπῃ·

  1. δύο δὲ πελειάδες ἀμφὶς ἕκαστον
  2. χρύσειαι νεμέθοντο,
πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ἅς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναί φησιν Ἀριστοτέλης (h. a. V 544 b2) πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ’ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἀμητὸς καὶ τῶν καρπῶν, ἀρχὴ γενέσεως καὶ συναιρέσεως, καθά φησι καὶ Ἡσίοδος (op. 383)·
  1. Πληιάδων Ἀτλαιγενέων ἐπιτελλομενάων
  2. ἄρχεσθ’ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων.
καὶ Ἄρατος (264)·
  1. αἳ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομασταὶ
  2. ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται·
  3. ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
  4. σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο.
τὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως
v.3.p.80
προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ· καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς Πελειάδας φέρειν φησί· Od. 12.62
  1. τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι
  2. τρήρωνες, ταί τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.
οὐ γὰρ τὰς πελειάδας τὰς ὄρνεις φέρειν νομιστέον τῷ Διὶ τὴν ἀμβροσίαν, ὡς οἱ πολλοὶ δοξάζουσιν (ἄσεμνον γάρ), ἀλλὰ τὰς Πλειάδας. οἰκεῖον γὰρ τὰς προσημαινούσας τῷ τῶν ἀνθρώπων γένει τὰς ὥρας, ταύτας καὶ τῷ Διὶ φέρειν τὴν ἀμβροσίαν. διόπερ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει λέγων·
  1. τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.
ὅτι δὲ τὰς Πλειάδας τὸ ἐνδοξότατον τῶν ἀπλανῶν ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν· Il. 18.485
  1. ἐν δὲ τὰ τείρεα πάντα τά τ’ οὐρανὸς ἐστεφάνωται,
  2. Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
  3. ἄρκτον θ᾽, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.
ἐπλανήθησαν δ’ οἱ πολλοὶ νομίζοντες τὰς πελειάδας ὄρνεις εἶναι πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ τὴν πρόσθεσιν τοῦ γράμματος· ἔπειτα δ’ ὅτι τὸ τρήρωνες μόνον ἐδέξαντο εἶναι ἐπίθετον πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη· τρεῖν δ’ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ’ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον· μυθεύονται γὰρ καὶ
v.3.p.81
αὗται τὸν Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τοῦ Ὠρίωνος.

ἡ δὲ τοῦ ὀνόματος ἐκτροπή, καθ’ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν. πρώτη δὲ Μοιρὼ ἡ Βυζαντία καλῶς ἐδέξατο τὸν νοῦν τῶν Ὁμήρου ποιημάτων ἐν τῇ Μνημοσύνῃ ἐπιγραφομένῃ φάσκουσα τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Κράτης δ’ ὁ κριτικὸς (p. 53 W) σφετερισάμενος αὐτῆς τὴν δόξαν ὡς ἴδιον ἐκφέρει τὸν λόγον. καὶ Σιμωνίδης δὲ τὰς Πλειάδας Πελειάδας εἴρηκεν ἐν τούτοις (fr. 18 B4)·

  1. δίδωτι δ’ εὖχος Ἑρμᾶς ἐναγώνιος,
  2. Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ’ Ἄτλας
  3. ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τάν γ’ ἔξοχον εἶδος,
  4. ταὶ καλέονται Πελειάδες οὐράνιαι.
σαφῶς γὰρ τὰς Πλειάδας οὔσας Ἄτλαντος θυγατέρας Πελειάδας καλεῖ, καθάπερ καὶ Πίνδαρος (Nem. 2, 16).
  1. ἐστὶ δ’ ἐοικὸς
  2. ὀρειᾶν γε Πελειάδων
  3. μὴ τηλόθεν Ὠαρίων’ ἀνεῖσθαι.
σύνεγγυς γάρ ἐστιν ὁ Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων· διὸ καὶ ὁ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς τῆς Πληιόνης τὸν Ὠρίωνα. ὀρείας δὲ λέγει
v.3.p.82
τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρείας κατὰ παράλειψιν τοῦ ῡ, ἐπειδὴ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δ’ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν (fr. 312 N)·
  1. αἱ δ’ ἕπτ’ Ἄτλαντος παῖδες ὠνομασμέναι
  2. πατρὸς μέγιστον ἆθλον οὐρανοῦ στέγῃ
  3. κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων
  4. ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες.
ἀπτέρους γὰρ αὐτὰς εἴρηκε διὰ τὴν πρὸς τὰς ὄρνεις ὁμωνυμίαν. ἡ δὲ Μοιρὼ καὶ αὐτὴ τὸν τρόπον τοῦτόν φησι·
  1. Ζεὺς δ’ ἄρ’ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ’ ἄρα τίς νιν
  2. ἠείδει μακάρων· ὃ δ’ ἀέξετο πᾶσι μέλεσσι.
  3. τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ
  4. ἀμβροσίην φορέουσαι ἀπ’ Ὠκεανοῖο ῥοάων·
  5. νέκταρ δ’ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων
  6. γαμφηλῇ φορέεσκε ποτὸν Διὶ μητιόεντι.
  7. τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς
  8. ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν.
  9. ὣς δ’ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν,
  10. αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
καὶ Σιμμίας δ’ ἐν τῇ Γοργοῖ φησιν·
  1. αἳ θέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
Ποσείδιππός τ’ ἐν τῇ Ἀσωπίᾳ·
  1. οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
    v.3.p.83
Λαμπροκλῆς δ’ ὁ διθυραμβοποιὸς καὶ ῥητῶς αὐτὰς εἶπεν ὁμωνυμεῖν ταῖς περιστεραῖς ἐν τούτοις (PL III 556 B4)·
  1. αἵ τε ποταναῖς
  2. ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.
καὶ ὁ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει (fr. 9 Rz)·
  1. τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
καὶ πάλιν (fr. 10)·
  1. χειμέριαι δύνουσι Πελειάδες.
καὶ πάλιν (fr. 11)·
  1. τῆμος ἀποκρύπτουσι Πελειάδες.
οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας κατὰ ποιητικὸν νόμον Πελειάδας ὠνομακέναι.

ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ’ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ’ αὖ καὶ ἀνθρωποειδεῖς, ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ‘ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο’ οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον· γενήσονται γὰρ οὕτως ηʹ τὸν ἀριθμόν· ἀλλ’ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ’ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀποστάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ·

  1. δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  2. χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
    v.3.p.84
καθ’ ἑκατέραν τὴν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα· ἃς δοιὰς εἶπεν καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατ᾽ ἀριθμὸν εἶδος, τὸ δύο, οἷον· Od. 4.129
  1. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
καὶ (Od. 16.253) ‘δοιὼ θεράποντε’. σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ τὸ συνεζευγμένον κατ’ ἀριθμόν, ὡς ἐν τούτοις· Od. 5.476
  1. δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους
  2. ἐξ ὁμόθεν πεφυῶτας, ὃ μὲν φυλίης, ὃ δ’ ἐλαίης.
γενήσονται οὖν ἐπὶ τῶν ὤτων τέσσαρες πελειάδες.