Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΚΟΝΔΥ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι (fr. 293 K)·

  1. κοτύλας χωροῦν δέκα
  2. ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.
Ἵππαρχος Ἀνασῳζομένοις (III 272 K)·
  1. προσέχεις τι τούτῳ τῷ στρατιώτῃ τοῦ δε δειου
  2. ἀργύριον οὗτος οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ,
  3. ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
  4. Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς
  5. τῶν Περσικῶν — Β. εἰς κόρακας, ὦ μαστιγία.
  6. Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον.
Νικόμαχος δ’ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί· ‘τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος (FHG III 54) ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ’ ἐν πρώτῳ Βοκχορηίδος·
  1. αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
  2. νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.’
ΚΟΝΩΝΕΙΟΣ. Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως (FHG I 423)· ‘κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.’

ΚΟΤΥΛΟΣ. τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει (fr. 139 B). Διόδωρος δ’ ἐν τῷ

v.3.p.52
πρὸς Λυκόφρονα (cf. Lyc. fr. 76 Streck) παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δ’ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. μνημονεύει δὲ αὐτοῦ καὶ Ἴων ὁ Χῖος (fr. 51 N) ‘κότυλον οἴνου πλέων’ λέγων. Ἕρμιππος δὲ ἐν Θεοῖς (I 232 K)·
  1. τόν τε κότυλον πρῶτον ἤνεγκ’ ἐνέχυρον τῶν γειτόνων.
καὶ Πλάτων ἐν Διὶ κακουμένῳ (ib. 613) ‘τὸν κότυλον φέρει’ φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις (ib. 410). Εὔβουλος δ’ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις (II 189 K)·
  1. ὁ δ’ ἱερεὺς Εὐήγορος
  2. ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
  3. οἶνον ἐξέσπενδε κοτύλῳ.
Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ᾽ εἶναι Διονύσου. Πολέμων δ’ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί (fr. 88 Pr)· ‘μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἄνω τὸ κέρνος περιενηνοχότες. τοῦτο δ’ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους· ἔνεισι δ᾽ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον ἔριον ἄπλυτον. ὁ δὲ τοῦτο βαστάσας οἷον λικνοφορήσας τούτων γεύεται.’

  1. ΚΟΤΥΛΗ. Ἀριστοφάνης Κωκάλῳ (I 484 K)·
    v.3.p.53
  2. ἄλλαι ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν
  3. κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτερον δέμας οὐδένα κόσμον,
  4. ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου.
Σιληνὸς καὶ Κλείταρχος ἔτι τε Ζηνόδοτος τὴν κύλικα·
  1. πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα (Il. 21.34).
καί (Zenob. 5, 71)·
  1. πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.
Σιμάριστος δὲ τὸ λεπτὸν ποτήριον οὕτως καλεῖσθαι. Διόδωρος δὲ τὸν παρά τισι κότυλον κοτύλην ὠνομακέναι τὸν ποιητήν (Od. 15.312) ‘πύρνον καὶ κοτύλην.’ ὃν κύλικα μὲν οὐκ εἶναι, οὐ γὰρ ἔχειν ὦτα, παραπλήσιον δ’ ὑπάρχειν λουτηρίῳ βαθεῖ, ποτηρίου δὲ εἶδος εἶναι. δύνασθαι δὲ καὶ τὸν παρὰ τοῖς Αἰτωλοῖς καί τισι τῶν Ἰώνων λεγόμενον κότυλον, ὃν ὅμοιον ὄντα τῷ προειρημένῳ ἓν οὖς ἔχειν. μνημονεύει δ’ αὐτοῦ Κράτης ἐν Παιδιαῖς (I 138 K) καὶ Ἕρμιππος ἐν Θεοῖς (ib. 232). Ἀθηναῖοι δὲ μέτρον τι καλοῦσι κοτύλην. Θουκυδίδης (7, 87)· ‘ἐδίδοσαν μὲν αὐτῶν ἑκάστῳ ἐπὶ ὀκτὼ μῆνας κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου.’ Ἀριστοφάνης Προάγωνι (I 511 K)·
  1. ὃ δ’ ἀλφίτων .. πριάμενος τρεῖς χοίνικας
  2. κοτύλης δεούσας εἴκοσ’ ἀπολογίζεται.
    v.3.p.54
Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. πᾶν δὲ τὸ κοῖλον κοτύλην, φησίν, ἐκάλουν οἱ παλαιοί, ὡς καὶ τὸ τῶν χειρῶν κοῖλον· ὅθεν καὶ κοτυλήρυτον αἷμα τὸ ἀμφοτέραις ταῖς χερσὶν ἀρυσθῆναι δυνάμενον. καὶ ἐν κοτύλῃ δέ τις παιδιὰ καλεῖται, ἐν ᾗ κοιλάναντες τὰς χεῖρας δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. Διόδωρος δ’ ἐν Ἰταλικαῖς Γλώσσαις καὶ Ἡράκλειτος, ὥς φησι Πάμφιλος, τὴν κοτύλην καλεῖσθαι καὶ ἡμίναν, παρατιθέμενος Ἐπιχάρμου (p. 296 L)·
  1. καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
καὶ Σώφρων (fr. 5 Bo)· ‘κατάστρεψον, τέκνον, τὰν ἡμίναν.’ κοτυλίσκην δ’ εἴρηκε Φερεκράτης ἐν Κοριαννοῖ (I 165 fr. 69)·
  1. τὴν κοτυλίσκην μηδαμῶς.
Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι (459)·
  1. κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον.
κοτύλη δὲ καλεῖται καὶ ἡ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δ’ Αἰσχύλος ἐν Ἠδωνοῖς κοτύλας εἴρηκεν (fr. 57, 6 N)·
  1. ὃ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.
Μαρσύας δέ φησι τὸ ἐν τῷ ἰσχίῳ ὀστοῦν καλεῖσθαι ἄλεισον καὶ κύλικα. κοτυλίσκος δὲ καλεῖται ὁ ἱερὸς
v.3.p.55
τοῦ Διονύσου κρατηρίσκος, καὶ οἷς χρῶνται οἱ μύσται, ὡς Νίκανδρός φησιν ὁ Θυατειρηνὸς παρατιθέμενος τὸ ἐκ Νεφελῶν Ἀριστοφάνους (I 491 K)·
  1. μηδὲ στέψω κοτυλίσκον.
Σιμμίας δὲ ἀποδίδωσι τὴν κοτύλην ἄλεισον.

ΚΟΤΤΑΒΙΣ. Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων (FHG IV 411) διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων γράφει καὶ ταῦτα· ‘καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ ὁ προσφέρων ἂν εἶπεν ‘εὐδειπνίας’. Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ ‘ἐν τῇ ἀρίστῃ πολιτείᾳ,’ φησίν (FHG IV 419)· ‘ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια καὶ περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος (FHG II 247), πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν ἆθλα κοτταβεῖα καλούμενα. εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ’ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς ἕκαστα αὐτῶν. ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τὴν δεξιὰν ἀγκυλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα· οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν· ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ

v.3.p.56
τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.’

ΚΡΑΤΑΝΙΟΝ. μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. Πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα (fr. 22 Pr)· ‘ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβʹ, οἰνοχόαι ἀργυραῖ βʹ, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γʹ ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια βʹ ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λʹ, κρατάνια ἀργυρᾶ βʹ, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.’

  1. ΚΡΟΥΝΕΙΑ. Ἐπιγένης Μνηματίῳ (II 418 K)·
  2. κρατῆρες, κάδοι,
  3. ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί.
ΚΥΑΘΙΣ, κοτυλῶδες ἀγγεῖον. Σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ ‘Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν’ (fr. 2 Bo)· ‘ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.’

  1. ΚΥΛΙΞ. Φερεκράτης Δουλοδιδασκάλῳ (I 156 K)·
  2. νυνὶ δ’ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
  3. ἔγχει τ’ ἐπιθεὶς τὸν ἡθμόν.
ταῦτα δ’ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ· ἀφ’ ὧν καλεῖται τό τε κυλικεῖον,
v.3.p.57
ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια, κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ’ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε (fr. 124 B)·
  1. ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ’ ἀοιδᾶν
  2. τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη
  3. συμπόταισίν τε γλυκερὸν
  4. καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι
  5. κέντρον ...
αἱ δ’ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν ὁ Ἀμόργιος (fr. 27 B4)·
  1. αὐτὴ δὲ φοξίχειλος Ἀργείη κύλιξ,
ἡ εἰς ὀξὺ ἀνηγμένη, οἷοί εἰσιν οἱ ἄμβικες καλούμενοι. τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου (B 219)·
  1. φοξὸς ἔην κεφαλήν.
καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.

διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει. εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ’ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον (πολλοὶ δ’ ἐν τῇ Ναυκράτει κεραμεῖς ἀφ’ ὧν καὶ ἡ πλησίον τῶν κεραμείων πύλη

v.3.p.58
Κεραμικὴ καλεῖται) καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις (I 240 K)·
  1. Χία δὲ κύλιξ ὑψοῦ κρέμαται
  2. περὶ πασσαλόφιν.
Γλαύκων δ’ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν. Ἑρμῶναξ δ’ ἐν Συνωνύμοις οὕτως γράφει· ‘ἄλεισον, ποτήριον, κύπελλον, ἄμφωτις, σκύφος, κύλιξ, κώθων, καρχήσιον, φιάλη.’ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων (fr. 14 N)·
  1. ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν
  2. κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
καὶ Ἀλκαῖος (fr. 41 B4)ἐν τῷ ..·
  1. πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα.
  2. κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, αιταποικιλλις.
  3. οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸσ λαθικαδέα
  4. ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
  5. πλέαις κὰκ κεφαλᾶς.
καὶ ἐν τῷ δεκάτῳ (fr. 43)·
  1. λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,
ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων.

  1. Φερεκράτης Κοριαννοῖ (I 164 K)·
  2. ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
  3. ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν.
    v.3.p.59
  4. Α. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.
  5. Β. εἰ λάβω κυρισοι τὴν κυλίσκην; Α. μηδαμῶς
  6. μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
  7. ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
  8. εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
ὅτι δὲ μεγάλοις ποτηρίοις αἱ γυναῖκες ἐχρῶντο ὁ αὐτὸς εἴρηκε Φερεκράτης ἐν Τυραννίδι διὰ τούτων (ib. 187)·
  1. εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
  2. πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον,
  3. κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·
  4. σφίσι δέ γ᾽ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
  5. οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας, γαστροιίδας,
  6. οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
  7. αὔθ’ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.
  8. εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν,
  9. λοιδοροῦνται κὠμνύουσι μὴ ᾽κπιεῖν ἀλλ’ ἢ μίαν.
  10. ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.

ΚΥΜΒΙΑ τὰ κοῖλα ποτήρια καὶ μικρὰ Σιμάριστος. Δωρόθεος δέ· ‘γένος ποτηρίων βαθέων τὰ κυμβία καὶ ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα.’ Πτολεμαῖος δὲ ὁ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ (I 741 K). Φιλήμων Φάσματι (II 502 K)·

v.3.p.60
  1. ἐπεὶ δ’ ἡ Ῥόδη
  2. κυμβίον ἀκράτου κατασέσειχ’ ὑμᾶς ἄνω.
Διονύσιος δ’ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου (FHG II 10) τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι. οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρ’ Ὁμήρῳ (Od. 9.346)· οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (158) ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ (133)· ‘ἐπ’ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας, χλανίδας δ’ ἐπ’ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι.‘ καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ Μνησιβούλου (58). φησὶ δὲ Δίδυμος ὁ γραμματικὸς (p. 75 Schm) ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ ὃ καλεῖται κύμβη. καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις (II 136 K)·
  1. μεγάλ’ ἴσως ποτήρια
  2. προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία
  3. ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.
Ἄλεξις Ἱππεῖ (II 328 K)·
v.3.p.61
  1. τά τε κυμβία
  2. ἆρ᾽ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων;
  3. Β. νὴ τὸν Δί᾽, ἦν γάρ. Α. ὦ τάλαιν’ ἐγὼ κακῶν.