Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΚΑΔΙΣΚΟΣ. Φιλήμων ἐν τῷ προειρημένῳ (p. 469a) συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ’ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Ἀντικλείδης
- Ἑρμῆς, ὃν ἕλκουσ’ οἳ μὲν ἐκ προχοιδίου,
- οἳ δ’ ἐκ καδίσκου σ᾽ ἴσον ἴσῳ κεκραμένον.
ΚΑΝΘΑΡΟΣ. ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι (I 670 K)·
Ἄλεξις δ’ ἐν Κρατείᾳ (II 338 K) — ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντοσ —
- ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους.
Εὔβουλος δ’ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν (II 192 K)·
- εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ
- κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον
- στρωματέα τε καὶ γύλιον αὐτοῦ.
καὶ πάλιν·
- ἐγὼ δὲ (καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ
- τῆς οἰκίας καινὸν καπηλεῖον μέγα)
v.3.p.41- ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου,
- κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
- ὀβολοῦ παραθεῖναί θ’ ὡς μέγιστον κάνθαρον.
καὶ ἔτι·
- ὁ δὲ κάνθαρος πάλαι δὴ καινὸς ὡς ξηραίνεται.
Ξέναρχος δ’ ἐν Πριάπῳ φησὶ τάδε (II 472 K)·
- ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ
- οἴεσθε μέγεθος ἀρεσιαν μέγαν πάνυ,
- καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον.
Ἐπιγένης Ἡρωίνῃ (II 417 K)·
- σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν,
- εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον,
- παιδάριον, ἔγχει, νὴ Δί’ εἰς τὸν κάνθαρον.
- ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
- ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
- καὶ γλαφυρὰ πάντες .... ὡσπερεὶ
- αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.
Φρύνιχος Κωμασταῖς (I 374 K)·
- Σωσικράτης Φιλαδέλφοις (III 391 K)·
- λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν
- αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ
- προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
Νικόστρατος Διαβόλῳ (II 222 K)·
- εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος
- ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
v.3.p.42
Μένανδρος δὲ Ναυκλήρῳ (fr. 348 K)·
- ἡ ναῦς δὲ πότερον εἰκόσορός ἐστ’ ἢ κύκνος
- ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι,
- αὐτὸς περανῶ τὰ πάντ᾽. Β. ἀμέλει κυκνοκάνθαρος·
- ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος
καὶ μετ’ ὀλίγα·
- ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος (Eur. Tro. 1)
- Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς ἐς καλὸν
- τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον
- πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
- ΣΤΡ. ποῖον; τὸ πλοῖον; Α. οὐδὲν οἶσθας, ἄθλιε.
Πολέμων δ’ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησίν (fr. 63 Pr)· ‘Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἵππυς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα
- ΣΤΡ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μὴν
- κείνην ναῦν Καλλικλῆς ἐποίησε
- τὸν καλούμενον, Εὐφράνωρ δ᾽ ἐκυβέρνα Θούριος.
ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίᾳ (ib. 36).
- Πηλεύς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως (Eur. Iph. A. 701),
- ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
- ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽.
ΚΑΡΧΗΣΙΟΝ. Καλλίξεινος ὁ Ῥόδιος ἐν τοῖς περὶ Ἀλεξανδρείας φησὶν (FHG III 65) ὅτι ποτήριόν ἐστιν ἐπίμηκες, συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. ἐστὶ δὲ ἱκανῶς ἐπίμηκες τὸ ποτήριον τὸ καρχήσιον, καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἀρχαιότατον δ’ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ (FHG I 77) ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης (FHG II 29). Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς κεκλῆσθαί φησιν αὐτὸ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων. ‘τοῦ γὰρ ἱστοῦ τὸ μὲν κατωτάτω πτέρνα καλεῖται, ᾗ ἐμπίπτει εἰς τὴν ληνόν, τὸ δ’ οἷον εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. ἔχει δὲ τοῦτο κεραίας ἄνωθεν νευούσας ἐφ’ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον αὐτῷ θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς· αὗται δὲ
Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ (I 24 K)·
- κῆνοι δ’ ἄρα πάντες
- καρχησία τ᾽ ἦχον
- κἄλειβον· ἀράσαντο δὲ πάμπαν ἐσλὰ
- τῷ γαμβρῷ.
Σοφοκλῆς Τυροῖ (fr. 599 N)·
- στολὴν δὲ δὴ τίν’ εἶχεν; τοῦτό μοι φράσον.
- Β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
πρὸς τὴν τράπεζαν φάσκων προσεληλυθέναι τοὺς δράκοντας καὶ γενέσθαι περὶ τὰ σιτία καὶ τὰ καρχήσια. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ. ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κεγχροειδῆ, καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ ᾱ ἀντὶ τοῦ κερχήσιον· διὸ καὶ Ὅμηρος ( Il. 22.541) τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ’ ὁ Λαμψακηνὸς ἐν τοῖς Ὥροις (FHG I 35) παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη.
- προσπτῆναι μέσην
- τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια,
Πάμφιλος. εἶναι δ’ αὐτὸ οἷόν ἐστι τὸ σκαφίον.
- ΚΑΛΠΙΟΝ. ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι
ΚΕΛΕΒΗ. τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει (fr. 63 B)·
ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου ἢ πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν· τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ᾽ οὗ λέγεται καὶ ὁ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ τὸ ποτήριον θερμοποτίδα καλούμενον τὴν κελέβην εἶναι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις (fr. 138 Schn) ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι. καὶ γὰρ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί (fr. 19 Ki)·
- ἄγε δή, φέρ’ ἡμίν, ὦ παῖ,
- κελέβην, ὅκως ἄμυστιν
- προπίω, τὰ μὲν δέκ’ ἐγχέας
- ὕδατος, τὰ πέντε δ’ οἴνου
- κυάθους.
καὶ πάλιν (fr. 18)·
- κήρυκας ἀθανάτοισι φέρειν μέλανος οἴνοιο
- ἀσκὸν ἐνίπλειον κελέβειόν θ᾽ ὅττι φέριστον
- οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
ἀλλαχοῦ δέ φησιν (fr. 17)·
- ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
- ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον ἦεν.
v.3.p.46
σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν (v. 2)·
- καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
- ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.
καὶ Εὐφορίων (fr. 72 M)·
- στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ·
Ἀνακρέων (fr. 32 B)·
- ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
Διονύσιος δ’ ὁ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου.
- ᾠνοχόει δ’ ἀμφίπολος μελιχρὸν
- οἶνον τρικύαθον κελέβην ἔχουσα.
ΚΕΡΑΣ. τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν· ἀφ’ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι ὑπὸ πολλῶν ποιητῶν. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. ὅτι δὲ τοῖς κέρασιν ἔπινον δῆλον ἐκ τοῦ καὶ μέχρι νῦν λέγεσθαι, ὅταν συμμίσγωσι τῷ οἴνῳ τὸ ὕδωρ, κεράσαι φάσκοντες. καὶ τὸ ἀγγεῖον δ’ ἐν ᾧ κιρνᾶται ὁ οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἢ ἀπὸ τοῦ κέρατος; οἷον κερατήρ, ἀπὸ τοῦ εἰς τὸ κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων κατασκευή. καλοῦσι γοῦν ἔνιοι ταῦτα ῥυτά. καὶ τῶν
καὶ Ξενοφῶν δ’ ἐν τῇ ζʹ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως (c. 2, 23)· ‘ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ᾽ αὐτοῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.’ ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι (c. 1, 4)· ‘κατακείμενοι δ’ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις.’ Αἰσχύλος δ’ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων (fr. 185 N)·
- ἀνδροδάμαντα δ’ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιηδέος
- οἴνου,
- ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
- ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων πίνοντες
- ἐπλάζοντο.
καὶ Σοφοκλῆς Πανδώρᾳ (fr. 442 N)·
- ἀργυρηλάτοις
- κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
Ἕρμιππος Μοίραις (I 236 K)·
- καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας
- τρίψει γέμοντα μαλθακῆς ὑπ’ ὠλένης.
Λυκοῦργος δ’ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου (fr. 18 Tur) Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν (FHG I 285), τῶν βοῶν τῶν παρ’ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας· καὶ Φιλόξενος δ’ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν (fr. 5 B4)
- οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
- ἐκ δὲ τοῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
v.3.p.48
Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως .. ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει (CIA II 665, 8. 667, 37)· ‘κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεσται ἀργυρᾶ.’
- πίνετο νεκτάρεον πῶμ’ ἐν χρυσέαις προτομαῖς
- ταύρων κεραστῶν,
- ἔβρεχον δὲ κατὰ μικρόν.
ΚΕΡΝΟΣ ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους, ἐν οἷς, φησίν, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται, ὡς ἱστορεῖ Ἀμμώνιος ἐν γʹ περὶ Βωμῶν καὶ Θυσιῶν.
Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τρίτῳ Γλωσσῶν τὸ κίσσινον ποτήριον σημαίνειν παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομέδᾳ (fr. 146 N)·
- ΚΙΣΣΥΒΙΟΝ τὸ μόνωτον ποτήριον Φιλήμων.
τὸ γὰρ κισσύβιον, φησί, λέγεται ἐπὶ συνόδου ἀγροικικῆς, ἔνθα προσήκει μάλιστα τὸ ξύλινον ποτήριον. Κλείταρχος δέ φησιν Αἰολεῖς τὸν σκύφον κισσύβιον καλεῖν· Μαρσύας δὲ κύπελλον καὶ τὸ ξύλινον ποτήριον. Εὔμολπος δὲ γένος τι ποτηρίου, ἴσως, φησίν, κατ’ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου.’ Νίκανδρος δὲ ὁ Κολοφώνιος ἐν τῷ πρώτῳ τῶν Αἰτωλικῶν γράφει (fr. 1 Schn)· ‘ἐν τῇ ἱεροποιίῃ τοῦ Διδυμαίου Διὸς κισσοῦ σπονδοποιέονται πετάλοισιν, ὅθεν τὰ ἀρχαῖα ἐκπώματα κισσύβια φωνέεται.’ Ὅμηρος· Od. 9.346
- πᾶς δὲ ποιμένων ἔρρει λεώς,
- ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος
- πόνων ἀναψυκτῆρ᾽, ὃ δ’ ἀμπέλων γάνος.
Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος ‘σκύφει, φησί, καὶ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ· Πολύφημος μὲν τῷ κισσυβίῳ, θατέρῳ δὲ Εὔμαιος. Καλλίμαχος δ᾽ ἔοικε διαμαρτάνειν ἐν τῇ συγχρήσει τῶν ὀνομάτων, λέγων ἐπὶ τοῦ οἰκείου ξένου τοῦ παρὰ τῷ Ἀθηναίῳ Πόλλιδι συνεστιασθέντος αὐτῷ (fr. 109)·
- κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
ὁ γὰρ λέγων ἄλεισον τὸ αὐτὸ καὶ κισσύβιον τὴν ἀκριβῆ θέσιν τῶν ὀνομάτων οὐ διαφυλάττει. εἰκάσειε δ’ ἄν τις τὸ κισσύβιον τὸ πρῶτον ὑπὸ ποιμένων ἐργασθῆναι ἐκ κισσίνου ξύλου. ἄλλοι δὲ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ χεῖσθαι, τὸ δ’ ἐστὶ χωρεῖν (Hom. Od. 18.17)·
- καὶ γὰρ ὃ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν
- ζωροποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
- τῷ μὲν ἐγὼ τόδ’ ἔλεξα περιστείχοντος ἀλείσου
- τὸ τρίτον.
καὶ ἡ τοῦ ὄφεως κατάδυσις χειή (Il. 23.93), ἡ καταδεχομένη τὸ ζῷον. καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. Διονύσιος δ’ ὁ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου (FHG II 10) τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη γράφων οὕτως· ‘καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.’
- οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται.
ΚΙΒΩΡΙΟΝ. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι (FHG IV 417) τὸν ποιητὴν παρὰ Πρυτάνιδι δειπνοῦντα καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων ὡς ἐξοινῶν καὶ μεθύων ἐνεούρησε. Δίδυμος δέ φησι (p. 75 Schm) ποτηρίου εἶδος εἶναι, καὶ τάχ’ ἂν εἴη τὰ λεγόμενα σκυφία διὰ τὸ κάτωθεν εἰς στενὸν συνῆχθαι ὡς τὰ Αἰγύπτια κιβώρια.