Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΗΔΥΠΟΤΙΔΕΣ. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων (II 417 K)·
Σῆμος δ’ ἐν πέμπτῃ Δηλιάδος (FHG IV 494) ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ ηʹ. Κρατῖνος δ’ ὁ νεώτερός φησι (II 293 K)·
- ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
- ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
- παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.
ΗΡΑΚΛΕΙΟΝ. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας (fr. 5 Ki) τὸ δέπας ἐν ᾧ διέπλευσεν ὁ Ἡρακλῆς τὸν Ὠκεανὸν εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ’ αὐτὸ παρ’ Ὠκεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ ἥρως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ
καὶ Ἀντίμαχος δ’ οὑτωσὶ λέγει (fr. 4 B)·
- ἆμος δ’ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
- χρύσεον, ὄφρα δι’ Ὠκεανοῖο περάσας
- ἀφίκοιθ’ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
- ποτὶ ματέρα κουριδίαν τ’ ἄλοχον πάιδάς τε φίλους,
- ὃ δ’ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
καὶ Αἰσχύλος ἐν Ἡλιάσιν (fr. 69 N)·
- τότε δὴ χρυσέῳ ἐν δέπαι
- Ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια.
- ἔνθ’ ἐπὶ δυσμαῖς
- ισου πατρὸς Ἡφαιστοτευχὲς
- δέπας, ἐν τῷ διαβάλλει
- πολὺν οἰδματόεντα πόντου
- φέρει δρόμου πόρον οὐθεις,
- μελανίππου προφυγὼν
- ἱερᾶς νυκτὸς ἀμολγόν.
Μίμνερμος δὲ Ναννοῖ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου
Θεόλυτος δ’ ἐν δευτέρῳ Ὥρων (FHG IV 515) ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος (p. 312 Ki). Φερεκύδης δ’ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ Ὠκεανοῦ ἐπιφέρει (FHG I 80)· ‘ὁ δ’ Ἡρακλῆς ἕλκεται ἐπ’ αὐτὸν τὸ τόξον ὡς βαλῶν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὃ δὲ δείσας παύεται. Ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον, ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην, ἵν’ ἀνίσχει ὁ ἥλιος. ἔπειτα πορεύεται Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, Ὠκεανὸς πειρώμενος αὐτοῦ
- Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα,
- οὐδέ ποτ’ ἄμπαυσις γίνεται οὐδεμία
- ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς
- ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ·
- τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
- ποικίλη Ἡφαίστου χερσὶν ἐληλαμένη
- χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ
- εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων
- γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
- ἑστᾶσ᾽, ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ.
- ἔνθ’ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
ΗΘΑΝΙΟΝ. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει (FHG I 66)· ‘Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκῆ καὶ κύαθος χαλκοῦς καὶ ἠθάνιον χάλκεον.’
ΗΜΙΤΟΜΟΣ ἔκπωμά τι παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις.
ΘΗΡΙΚΛΕΙΟΣ. ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ (II 324 K)·
ὅτι δὲ κύλιξ ἐστὶν ἡ θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ (5, 3, 2). διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί· ‘τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας.’ κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφ’ οὗ καὶ τοὔνομα ἔχει, γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως (I 741 K)·
- γενόμενος δ’ ἔννους μόλις
- ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς
- ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν
- αἰεί ποτ’ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος
- ἅνθρωπός ἐστιν.
Κλεάνθης δ’ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματί φησι· ‘τὰ τοίνυν εὑρήματα καὶ ὅσα τοιαῦτα ἔτι καὶ τὰ λοιπά ἐστιν, οἷον Θηρίκλειος, Δεινιάς, Ἰφικρατίς· ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας. φαίνεται δ’ ἔτι καὶ νῦν· εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι.’ ἄλλοι δ’ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ᾽ ὁ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατ’ αὐτῶν.
- ΣΠΙ. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον,
- γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
- ἆρ’ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς,
v.3.p.35- οὐδέν ποτ’ ἄλλο. δεῦρο δή, γεμίσω σ’ ἐγώ.
- γραῦ Θεολύτη, γραῦ. ΘΕΟΛ. τί με καλεῖς σύ, φίλτατε;
- ΣΠΙ. ἵν’ ἀσπάσωμαι· δεῦρο παρ’ ἐμέ, Θεολύτη,
- παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς.
- ΘΕΟΛ. Σπινθὴρ τάλας, πειρᾷς με. ΣΠΙ. ναί, τοιοῦτό τι·
- φιλοτησίαν δὲ τήνδε σοι προπίομαι.
- δέξαι· πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ,
- παράδος τὸ περιόν.
μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως (II 82 K)·
καὶ Εὔβουλος ἐν μὲν Δόλωνι (II 175 K)·
- ὡς δ’ ἐδείπνησαν (συνάψαι βούλομαι γὰρ τἀν μέσῳ)
- καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον,
- τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνογόνου σταγόνος
- πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν.
v.3.p.36
ἐν δὲ Κυβευταῖς (ibid. 183)·
- διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε·
- καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
- ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.
Ἀραρὼς δ’ ἢ Εὔβουλος ἐν Καμπυλίωνι (II 179 K)·
- ἄρτι μὲν μάλ’ ἀνδρικὴν
- τῶν θηρικλείων ὑπεραφρίζουσαν παρα,
- κωθωνόχειλον, ψηφοπεριβομβήτριαν,
- μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
- στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
- κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι
- εἷλκον Διὸς σωτῆρος.
Ἄλεξις δ’ ἐν Ἱππεῖ (II 328 K)·
- ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
- ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
- ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν,
- ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις;
καὶ ἐν Ἱππίσκῳ (II 299 K)·
- καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
- ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα.
- μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε
- κοίλην ὑπερθύουσαν ...
Τίμαιος δ’ ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG I 226) θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως·
θηλυκῶς δὲ τὴν θηρίκλειον εἶπε Μένανδρος ἐν Θεοφορουμένῃ (III 65 K)·
- φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
- ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς
- πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενὸν
- τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν
- στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
- ἔστεψα.
καὶ ἐν Μηναγύρτῃ (ib. 93)·
- μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε.
καὶ Διώξιππος ἐν Φιλαργύρῳ (ib. 359)·
- προπίνων θηρίκλειον τρικότυλον.
Πολέμων δ’ ἐν πρώτῳ περὶ τῆς Ἀθήνησιν Ἀκροπόλεως οὐδετέρως ὠνόμασεν εἰπών (fr. 1 Pr)· ‘τὰ χρυσᾶ
- τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι.
- ΑΙΣΧ. εὖ οἶδα. Α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ
- ἐκ τῶν τοιούτων, Αἰσχρέα, ποτηρίων
- εἴωθα πίνειν.
Ἀπολλόδωρος δ’ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν (III 279 K)·
Ἀριστοφῶν δ’ ἐν Φιλωνίδῃ (II 281 K)·
- ἐφεξῆς στρώματ᾽, ἀργυρώματα,
- θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια
- ἕτερα.
Θεόφιλος δ’ ἐν Βοιωτίᾳ (II 473 K)·
- τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
- δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
- ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
- προσφέρων ἔδωκεν· οἶμαι, χρηστότητος οὕνεκα.
- εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
ἐν δὲ Προιτίσι (ib. 476)·
- τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
- τῶν θηρικλείων, πῶς δοκεῖς, κεραννύει
- καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς
- οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ
- ἄρας ἐνώμα.
ΙΣΘΜΙΟΝ. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.
- καὶ κύλικα .... θηρίκλειον εἰσφέρει
- πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης.
ΚΑΔΟΣ. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος (fr. 17 B4)·
Ἐπιγένης δ’ ἐν Μνηματίῳ φησίν (II 418 K)·
- ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
- οἴνου δ’ ἐξέπιον κάδον.
v.3.p.39
Ἡδύλος Ἐπιγράμμασι·
- κρατῆρες, κάδοι,
- ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί·
- λουτήρι᾽— ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν;
- ὄψει γὰρ αὐτός. Β. βασιλέως υἱὸν λέγεις
- Καρῶν ἀφῖχθαι δηλαδὴ Πιξώδαρον.
καὶ ἐν ἄλλῳ·
- πίνωμεν· καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον
- εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.
- ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε ‘παῖζε,
- Ἡδύλε’. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ’ ἐν τῇ τρίτῃ (c. 20) ‘φοινικηίου, φησίν, οἴνου κάδον.’
- ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτὸς πάλι Σωκλῆς
- εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις,
- εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον
- Σικελίδου παίζει πουλὺ μελιχρότερον,
- ἐστὶ δὲ δή, πολὺ δὴ στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει
- ἡ χάρις, ὥστε φίλει καὶ γράφε καὶ μέθυε.