Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΒΑΥΚΑΛΙΣ. ἐν Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος ὁ παρῳδός·
καὶ πάλιν
- βαυκαλὶς ἡ τετράκυκλος.
κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθμίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν
- νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου
- καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
- κραιπαλοβόσκου δίψης κατόχοις.
ΒΙΚΟΣ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 9, 25)· ‘Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς.’ ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην.
ΒΟΜΒΥΛΙΟΣ, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· ‘οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ᾽ ἀπαλλαγήσονται, οἱ δ’ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντος ...’ ἐστὶ δὲ καὶ ζῷόν τι.
ΒΡΟΜΙΑΔΕΣ, ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.
ΓΡΑΜΜΑΤΙΚΟΝ ΕΚΠΩΜΑ τὸ γράμματα ἔχον ἐγκεχαραγμένα. Ἄλεξις (II 397 K)·
τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν.
- τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
- πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ,
- παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
- ἔχον κύκλῳ τε γράμματ᾽. Β. ἆρά γ’ ἕνδεκα
- χρυσᾶ ‘Διὸς σωτῆρος’; Α. οὐκ ἄλλου μὲν οὖν.
ἐν τούτοις λείπει τὸ ὖ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφ’ ἧς νῦν τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον ἔδει σημαίνειν διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθ’ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα. κἀν τοῖς προκειμένοις οὖν οἱ Σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ ὖ, ἵν’ ᾖ Διονύσου. τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ· τὸ δὲ ῥῶ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τοὺς τὸ Σ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν. Ἀριστοφάνης Νεφέλαις (122)·
- ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
- τὸ γράμμα φαίνων, δέλτ᾽, ἰῶτα καὶ τρίτον
- οὖ, νῦ τό τ’ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
- ἐκ τοὐπέκεινα σὰν τό τ’ οὖ κηρύσσετον.
καὶ Πίνδαρος δέ φησι (fr. 79 B4).
- οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας.
μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως (II 188 K)·
- πρὶν μὲν ἧρπε σχοινοτένειά τ’ ἀοιδὰ
- καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
v.3.p.27
- μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί.
- ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
- ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται
- ὅμοια.
ΓΥΑΛΑΣ. Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 41 Bach) Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Παρθένιος δ᾽ ὁ τοῦ Διονυσίου ἐν αʹ περὶ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων ζητουμένων φησί· ‘γυάλας ποτηρίου εἶδος, ὡς Μαρσύας γράφει ὁ ἱερεὺς τοῦ Ἡρακλέους οὕτως (scr. Al. M. p. 45)· ‘ὅταν εἰσίῃ ὁ βασιλεὺς εἰς τὴν πόλιν, ὑπαντᾶν οἴνου πλήρη γυάλαν ἔχοντά τινα, τὸν δὲ λαβόντα σπένδειν’.’
ΔΕΙΝΟΣ. ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως (II 427 K)·
Κλεάνθης δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. Σέλευκος δ’
- ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν,
- γύναι δικότυλοι, τρικότυλοι, δεῖνος μέγας
- χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά·
- Β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει.
Ἀρχέδικος δ’ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι (III 276 K)·
- οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;
- ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.
ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι (I 797 K) παρίστησιν·
- Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα
- γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι
- δεῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
- Β. δεῖνον καὶ δεινόν, ὦ θεοί.
Τελέσιλλα δὲ ἡ Ἀργεία (fr. 7 B4) καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλητᾶς φησιν ἐν Ἀτάκτοις (fr. 42).
- οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί.
ΔΕΠΑΣΤΡΟΝ. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ’ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί (fr. 16 K)·
καὶ πάλιν (fr. 15)·
- πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε
- ῥεξέμεν· ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν
- ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες·
- νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
v.3.p.29- ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ
- χρυσείῃ προχόῳ.
κἀν τοῖς ἑξῆς δέ φησι (fr. 17)·
- ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα
- οἰσόντων χρύσεια, τά τ’ ἐν μεγάροισιν ἐμοῖσι
- κείαται.
- καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
- ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.
ΔΑΚΤΥΛΩΤΟΝ ἔκπωμα οὕτως καλούμενον παρὰ Ἴωνι ἐν Ἀγαμέμνονι (fr. 1 N)·
Ἐπιγένης μὲν οὖν ἀκούει τὸ ἄμφωτον ποτήριον, εἰς ὃ οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν· ἄλλοι δὲ τὸ ἐν κύκλῳ τύπους ἔχον οἷον δακτύλους, ἢ τὸ ἔχον ἐξοχὰς οἷα τὰ Σιδώνια ποτήρια, ἢ τὸ λεῖον. ἄχραντον δὲ πυρὶ παρὰ τὸ Ὁμηρικόν (Il. 21.267)· ‘ἄπυρον κατέθηκε λέβητα,’ τὸ ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας. περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν· περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ (FHG I 285). ἐξ ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ἰωλκός, ἐν ᾗ ὁ
- οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος
- ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί,
- Πελίου μὲν ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν.
ἔδοξε γὰρ ἔκπωμα εἶναι· ἐστὶ δὲ χαλκίον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δ’ οἷον κύκλῳ τὴν φιάλην κοιλότητας ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας· οὐ γὰρ γίνεται διὰ πυρός. λέγοι δ’ ἂν ἴσως κατὰ μεταφορὰν ἔκπωμα τὴν φιάλην.’ Φιλήμων δ’ ἐν τοῖς Ἀττικοῖς Ὀνόμασιν ἢ Γλώτταις προθεὶς καλπίς φησι· ‘δακτυλωτὸν ἔκπωμα καὶ τὸ ἄμφωτον, εἰς ὅ ἐστιν οἷόν τε τοὺς δακτύλους ἑκατέρωθεν διείρειν. οἳ δὲ τὸ ἔχον κύκλῳ δακτυλοειδεῖς τύπους τινάς.’
- πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν.
ΕΛΕΦΑΣ. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι (III 348 K)·
μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ (p. 497a).
- εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων
- ὁ παῖς. Β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν
- δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς,
- Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε
- ἐν Κυψέλοις Ἀδαῖος.
ΕΦΗΒΟΣ. τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ
- τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά.
- Β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;
- Α. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν.
- Β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ
- καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.