Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
καὶ Μνησίμαχος δὲ ἐν Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ὡς ἀληθῶς κατὰ τὸν χαριέστατον Ξενοφῶντα (Hell. 3, 4, 17) πολέμου ἐργαστήριον. λέγει δ’ οὕτως (II 441 K)·
καὶ ὁ Κολοφώνιος δὲ Φοῖνιξ φησίν (fr. 3 B)·
- ἆρ’ οἶσθα σύ
- ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον,
- οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
- ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
- ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
- ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
- ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
- κατεαγότ᾽, ἀσπίδας δὲ προσκεφάλαια καὶ
- θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
- καὶ τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα.
ἐν δὲ τῷ Παρασίτῳ Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι (II 364 K)·
- Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
- κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
- ἵπποι δ’ ἄκρητος κἀλαλὴ ‘μύρον χεῖτε’.
Δίφιλος δ’ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν (II 556 K)·
- καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι
- Παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει.
- δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον
- πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
v.2.p.417- αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι’ εὔχεται
- λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
- χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.
διὸ καλῶς ἔλεγεν ὁ Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ’ ἀπὸ τοῦ φρονεῖν. ὁ δ’ Εὐριπίδης φησί (fr. 212 N)·
- ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
- ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον,
- τονδὶ δὲ ναστὸν Ἀστίωνος μείζονα
- ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;
ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. Αἰσχύλος τ’ ἐν Φινεῖ (fr. 253 N)·
- φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα,
ἐν Σθενεβοίᾳ δ’ ὁ Εὐριπίδης περὶ εὐτελείας λέγων (fr. 672)·
- καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
- ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ.
- βίος δὲ πορφυροῦς θαλάσσιος,
- οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι.
- ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
- θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος
- βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
μέγα γὰρ ἀνθρώποις κακὸν ἡ γαστήρ, περὶ ἧς φησιν Ἄλεξις ἐν Συναποθνῄσκουσι (II 374 K)·
Δίφιλος δ’ ἐν Παρασίτῳ (II 560 K)·
- μάθοις τ’ ἂν οἷον ἀνθρώποις κακόν
v.2.p.418- ἐστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’ ἀναγκάζει θ’ ὅσα.
- εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ
- σώματος,
- οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔθ’ ὑβρίζοι τἂν ἑκών.
- νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
καὶ Κράτης δ’ ὁ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· ‘εἴθε γάρ, ἔφη, τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.’ Στίλπων δ’ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ· ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ
- εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης,
- νικᾷ δὲ (fr. 907 N) ‘χρεία μ’ ἡ ταλαίπωρός τέ μου
- γαστήρ.’ ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
- τῆς γαστρός· εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ᾽ ἂν
- οὐχ ἕτερον εἰσ ἀγγεῖον. ἐν πήρᾳ φέροις
- ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς.
- εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν·
- οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον.
- εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
- πάνθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
- κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
- διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται.
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη· ‘ἐπεὶ δεδείπναμεν (εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι (II 334 K)· ‘ἐπεὶ πάλαι δεδείπναμεν’, Εὔβουλος Προκρίδι (II 195 K)· ‘ἡμεῖς δ’ οὐδέπω δεδείπναμεν’ καὶ πάλιν· ‘ὃν χρὴ δεδειπνάναι πάλαι,’ καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ (II 70 K)·
καὶ Ἀριστοφάνης ἐν Προαγῶνι (I 511 K)·
- ἀλλὰ πρὶν δεδειπνάναι
- ἡμᾶς παρέσται,
καὶ ἐν Δαναίσιν (p. 455)·
- ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·
- ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι,
καὶ Πλάτων Σοφισταῖς (I 638 K) καὶ Ἐπικράτης ὁ Ἀμβρακιώτησ — μέσης δ’ ἐστὶ κωμῳδίας ποιητήσ — ἐν Ἀμαζόσιν (II 282 K)·
- ἤδη παροινεῖς ἐσ ἐμὲ πρὶν δεδειπνάναι,
καὶ ἠρίσταμεν δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 520 K)·
- δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
- δοκοῦσί μοι.
καὶ Ἕρμιππος ἐν Στρατιώταις (I 242 K)· ‘ἠριστάναι
- ὑποπεπώκαμεν .., ὦνδρες, καὶ καλῶς ἠρίσταμεν,
καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν οὕτως (fr. 79 Tur)· ‘ὅτ’ ἄν τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν.’ παραδεδειπνημένος δ᾽ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως (II 245 K)· ‘παραδεδειπνημένος, παῖδες, πάλαι.ʼ) —
- ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον.
‘τοῖς οὖν θεοῖς’ κατὰ τὸν Πλάτωνα, ὡς ἐν Φιλήβῳ φησίν (p. 61 bc), ‘εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴθ’ Ἥφαιστος εἴθ’ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι.’ ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω· ὁρῶ γὰρ πλῆθος καλῶν καὶ ποικίλων ἐκπωμάτων.’ δοθέντος οὖν ποτηρίου μεγάλου ἔφη· ‘ἀλλ’ ἀκρατέστερόν μοι, ὦ παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί (II 44 K)·
ἐμοὶ οὖν, ὦ παῖ, ζωρότερον κέραιρε· οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ ὁ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων.
- τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.
- ἐνεχεάμην ἄκρατον· ‘ἔγχει, παιδίον,
- κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους·
- ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς
- καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν.’
v.2.p.421
πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι (II 72 K)·
ἐν δὲ Λάμπωνι (p. 68)·
- τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας
- πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ.
Ἔφιππος Ἐφήβοις (II 255 K)·
- ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.
τινὲς δὲ καὶ τὸ παρ’ Ὁμήρῳ (I 203) ‘ζωρότερον δὲ κέραιρε’ οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως· ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον. ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ’ ἐν Παιδερασταῖς φησιν (II 559 K)·
- φιάλην ἑκατέρᾳ
- ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.
Θεόφραστος δ’ ἐν τῷ περὶ μέθης (v. 116 W) ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε (v. 182 St)·
- ἔγχεον σὺ δὴ πιεῖν.
- Β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δός· τὸ γὰρ
- ὑδαρὲς ἅπαν τοῦτ’ ἐστι τῇ ψυχῇ κακόν.
- αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι,
v.2.p.422- ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.
κύαθον δ’ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως (I 650 K)·
καὶ ἐν Πρέσβεσι (I 633 K)·
- τῷ στόματι τὸν κύαθον ὧδ’ εἰληφότες.
Ἄρχιππος Ἰχθύσι (I 683 K)·
- κυάθους ὅσους ἐκλέπτεθ’ ἑκάστοτε.
τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους (v. 540)·
- κύαθον ἐπριάμην παρὰ Δαισίου.
τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας (3, 9) καὶ Κρατῖνος, ἔτι δ’ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δ’ ἐν Λήροις ‘ἀργυροῦν κύαθον’ ὠνόμασε (I 174 K). Τίμων δ᾽ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί (fr. 46 W)· ‘ἀπληστοίνους τ᾽ ἀρυσαίνας,’ ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης (fr. 25 B)·
- ὑπωπιασμέναι
- ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι·
Ἀριστοφάνης δ’ ἐν Σφηξίν (v. 855)·
- ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα τρυγός.
Φρύνιχος Ποαστρίαις (I 381 K)· ‘κύλικ’ ἀρύστιχον.’ ἔνθεν καὶ ἡ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δ’ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν (c. 45) καὶ
- ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
τῷ δὲ ἀκρατέστερον Ὑπερείδης κέχρηται ἐν τῷ κατὰ Δημοσθένους (p. 21 B2) γράφων οὕτως· ‘εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σέ.’ τούτῳ ὅμοιόν ἐστι τὸ
ἀνιηρέστερονOd. 2.190 καὶ τὸ ἐν Ἡλιάσιν Αἰσχύλου (fr. 69) ‘ἀφθονέστερον λίβα.’ καὶ Ἐπίχαρμος δὲ ἐν Πύρρᾳ (p. 250 L) εὐωνέστερον ἔφη. καὶ ἐν τῷ κατὰ Δημάδου δὲ ὁ Ὑπερείδης εἴρηκε (fr. 89 B) ‘ῥᾳδιεστέραν τὴν πόλιν.’ τῷ δὲ κεραννύειν κέχρηται Πλάτων μὲν ἐν Φιλήβῳ (p. 61 c)· ‘τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν.’ καὶ Ἀλκαῖος ἐν Ἱερῷ γάμῳ (I 759 K)· ‘κεραννύουσιν ἀφανίζουσί τε.’ Ὑπερείδης Δηλιακῷ (fr. 72 B)· ‘καὶ τὸν κρατῆρα τὸν Πανιώνιον κοινῇ οἱ Ἕλληνες κεραννύουσιν.’ ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες, ὡς ὁ τοῦ Μενελάου υἱός· Od. 15.141
καὶ Εὐριπίδης δ’ ὁ ποιητὴς ἐν παισὶν ᾠνοχόησε. Θεόφραστος γοῦν ἐν τῷ περὶ μέθης φησί (fr. 119 W)· ‘πυνθάνομαι δ’ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρώτων ὄντες Ἀθηναίων καὶ ἐνεδύοντο ἱμάτια τῶν Θηραικῶν. ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ Θαργήλια ἄγουσι, καὶ διασῴζεται Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Ἱερώνυμος ὁ Ῥόδιος Ἀριστοτέλους ὢν μαθητής,
- ᾠνοχόει δ’ υἱὸς Μενελάου κυδαλίμοιο.
τοσαύτη δ’ ἦν ἡ τῶν παλαιοτέρων τρυφὴ περὶ τὰς πολυτελείας ὥστε μὴ μόνον οἰνοχόους ἔχειν, ἀλλὰ καὶ οἰνόπτας. ἀρχὴ γοῦν ἐστιν οἱ οἰνόπται παρὰ Ἀθηναίοις, ἧς μνημονεύει ἐν ταῖς Πόλεσιν Εὔπολις ἐν τούτοις (I 314 K)·
οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ’ ἴσον πίνουσιν οἱ συνόντες. καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ (II 319 Tur)· καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς. παρὰ δὲ Ἐφεσίοις οἱ οἰνοχοοῦντες ᾔθεοι τῇ τοῦ Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο, ὡς Ἀμερίας φησί. Ἑλλησπόντιοι δ᾽ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν, ὥς φησι Δημήτριος ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου (fr. 16 Gaede). τοῖς δὲ θεοῖς οἰνοχοοῦσάν τινες ἱστοροῦσι τὴν Ἁρμονίαν, ὡς Καπίτων ἱστορεῖ ὁ ἐποποιός, Ἀλεξανδρεὺς δὲ γένος, ἐν δευτέρῳ Ἐρωτικῶν. Ἀλκαῖος
- οὓς δ’ οὐκ ἂν εἵλεσθ’ οὐδ’ ἂν οἰνόπτας πρὸ τοῦ,
- νυνὶ στρατηγοὺς ..... ὦ πόλις, πόλις,
- ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς.
- κῆ δ’ ἀμβροσίας μὲν
- κρατὴρ ἐκέκρατο,
- Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
- θεοῖς οἰνοχοῆσαι.
οἱ δὲ παλαιοὶ τοὺς πρὸς ταῖς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν. Ὅμηρος· Il. 3.245
καὶ πάλιν (268)·
- κήρυκες δ’ ἀνὰ ἄστυ φέρον θεῶν ὅρκια πιστά,
- ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης,
- ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
- κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα.
Κλείδημος δὲ (FHG I 359) τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ τὴν Ἥβην δέ τινες ἀνέπλασαν οἰνοχοοῦσαν αὐτοῖς, ἴσως διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ συμπόσια. Κλεινοῦς δὲ τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ Φιλαδέλφου, μνημονεύει Πτολεμαῖος ὁ τοῦ Ἀγησάρχου ἐν τῇ τρίτῃ τῶν περὶ Φιλοπάτορα ἱστοριῶν (FHG III 67). Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν (c. 11) καὶ ἀνδριάντας αὐτῆς ἐν Ἀλεξανδρείᾳ ἑστάναι φησὶ κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνας, ῥυτὸν κρατοῦντας ἐν ταῖς χερσίν.’
- ἀτὰρ κήρυκες ἀγαυοὶ
- ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
- μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας· ἔχευαν.