Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν (FHG III 415) Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου) ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ. καὶ Τιμοκρέων δ’ ὁ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ (Simon. fr. 169 B)·
Θρασύμαχος δ’ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων (fr. 3 Tur) τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ’ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δ’ ἐν πέμπτῳ βίων (FHG II 307) Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ’ ἐν αʹ Δευκαλιωνείας (FHG I 48) Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς, Αἴθωνα κληθῆναι. Πολέμων δ’ ἐν αʹ τῶν πρὸς Τίμαιον (fr. 39 Pr) παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς ερμούχου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου.
- πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν
- ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
καὶ Ἀλκμὰν δ’ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων (fr. 33)·
κἀν τῷ εʹ δὲ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως (fr. 76)·
- καὶ ποκά τοι δώσω τρίποδος κύτος,
- ᾧ κ’ ἔνι ......... λε’ ἀγείρῃς.
- ἀλλ’ ἔτι νῦν γ’ ἄπυρος, τάχα δὲ πλέος
- ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν
v.2.p.406- ἠράσθη χλιερὸν πεδὰ τὰς τροπάς.
- οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει ...
- ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος,
- ζατεύει.
Ἀναξίλας δ’ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν (II 273 K)·
- ὥρας δ’ ἔσηκε τρεῖς, θέρος
- καὶ χεῖμα κὠπώραν τρίταν
- καὶ τέτρατον τὸ ἦρ, ὅκα
- σάλλει μέν, ἐσθίεν δ’ ἄδαν
- οὐκ ἔστι.
κἀν Πλουσίοις (ib. p. 272)·
- ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου.
- δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
- ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.
κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ (p. 273)·
- διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,
- μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει;
- Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
- ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.
Φιλέταιρος δ’ ἐν Ἀταλάντῃ (II 230 K)·
- οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές·
- ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει
- ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
v.2.p.407
Ἀνάξιππος Κεραυνῷ (IV 464 M)·
- κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,
- τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ
- τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
ἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ’ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ’ ἐν Ἐπιδαύρῳ (II 474 K)·
- ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων
- προσιόντα μοι Δάμιππον. Β. ἦ τοῦτον λέγεις
- τὸν πέτρινον, ὃν οἱ φίλοι καλοῦσί σοι
- νυνὶ δι’ ἀνδρείαν Κεραυνόν; εἰκότως·
- ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι
- αὐτὸν κατασκήπτοντα αὐταῖς τῇ γνάθῳ.
ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν (p. 475)·
- Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
- ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
- ἑφθῶν μὲν σχεδὸν
- τρεῖς μνᾶς, Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
- τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς,
- ὄρνιθ᾽, Β. Ἄπολλον. λέγ’ ἕτερον. Α. σύκων δύο
- μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα
- κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.
καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί (II 169 K)·
καὶ ἐν Εὐρώπῃ (p. 176)·
- πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ’ ἀνδρικοὶ
- καὶ καρτερεῖμεν, τοῖς δ’ Ἀθηναίοις λέγειν
- καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
καὶ ἐν Ἴωνι (p. 177)·
- κτίζε Βοιωτῶν πόλιν,
- ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας.
ἐν δὲ Κέρκωψι (p. 181)·
- οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος
- ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται.
ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα (p. 187)·
- μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην
- τήν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει
- ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
- οὐκ ἔστι μεῖζον ἀγαθόν· ὡς χεζητιῶν
- μακρὰν βαδίζων, πολλὰ δ’ ἐσθίων ἀνήρ,
- δάκνων τὰ χείλη παγγέλοιός ἐστ’ ἰδεῖν.
Δίφιλος δὲ ἐν Βοιωτίῳ (II 547 K)·
- σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών,
- ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας
- ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ...
Μνησίμαχος Βουσίριδι (II 436 K)·
- οἷος ἐσθίειν πρὸ ἡμέρας
- ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
Ἄλεξις Τροφωνίῳ (II 383 K)·
- εἰμὶ γὰρ Βοιώτιος
v.2.p.409- ὀλίγα μὲν λαλῶν, Β. δίκαια ταῦτα. Α. πολλὰ δ᾽
- ἐσθίων.
Ἀχαιὸς δ’ ἐν Ἄθλοις (p. 579 N)·
- νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι
- φαίνησθ’ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις,
- ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον
- καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ᾽ ὅλην,
- γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες.
ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς (p. 199 B) Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν· ‘τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ. Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν (c. 4, 1. 6, 5) ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ’ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ
- πότερα θεωροῖς εἴτ’ ἀγωνισταῖς λέγεις;
- Β. πόλλ’ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
- Α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; Β. Βοιώτιοι.
καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί (II 441 K)·
ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ (I 136 K)·
- τῶν Φαρσαλίων
- ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ;
- Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες. ἆρά που
- ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν;
τοῦτο δ’ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. Φιλέταιρος δ’ ἐν Λαμπαδηφόροις (II 233 K)·
- ἔπη τριπήχη Θετταλικῶς τετμημένα.
ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις (I 235 K)·
- καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας.
ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 519 K)·
- ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος
- μύων ξυνέπλαττε Θετταλικήν τιν’ ἔνθεσιν.
οἷον τὰ ἁμαξιαῖα· Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις (II 472 K)·
- τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
- τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
- ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια.
- Β. τί λέγεις; καπάνας; πῶς;Α. καπάνας Θετταλοὶ
- πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.
v.2.p.411
(FHG I 20) εἶναι κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. διὰ ταῦτα καὶ Ἄλεξις ἐν τῷ περὶ αὐταρκείας ἔφη μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δ’ ὁ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων ὁ Ἰασεὺς ἐν τῷ περὶ Πυθαγορείου βίου. οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ ὁ ἀριθμητικὸς καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου ἡ τὴν ὀρθὴν γωνίαν ὑποτείνουσα ἴσον δύναται ταῖς περιεχούσαις·
- Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν
ἦν δὲ καὶ ὀλιγοπότης ὁ Πυθαγόρας καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δ’ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μάνιος δὲ Κούριος ὁ Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον· καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. ἱστορεῖ δὲ ταῦτα Μεγακλῆς ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν (FHG IV 443).
- ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα,
- κλεινὸς ἐφ’ ᾧ κλεινὴν ἤγαγε βουθυσίην.
τῶν δείπνων δὲ πολλοὶ τὰ μέτρια ἀσπάζονται, ὡς Ἄλεξις ἐν Φιλούσῃ παραδίδωσιν (II 390 K)·
Ψευδομένῳ (II 392 K)·
- ἀλλ’ ἔγωγέ τοι τὰ δέοντ’ ἔχων
- τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ
v.2.p.412- τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ.
ἐν δὲ Συντρόφοις (II 376 K)·
- τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ
- δαπάνη πρόσεστιν, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν.
Ἀρίστων δ’ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δ’ ὁ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. ὁ δ’ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασιν ἔφη (FHG IV 420) ὡς καὶ τῇ ὑστεραίᾳ ὁ Τιμόθεος ἀπαντήσας τῷ Πλάτωνι εἶπεν· ‘ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ τὴν παροῦσαν ἡμέραν.’ Πύρρων δ’ ὁ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς μέν, .... δέ, ὡς ὁ αὐτὸς ἱστορεῖ, ‘εἰς τὸ λοιπόν, εἶπεν, οὐχ ἥξω πρὸς σέ, ἂν οὕτως ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ’ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐεργετεῖν ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ
- ὡς ἡδὺ πᾶν τὸ μέτριον· οὔθ’ ὑπεργέμων
- ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως
- ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
- φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.
Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ (p. 99 Wil) τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ’ αὑτόν· κἆτ’ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον. μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους· ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ’ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ’ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον δὲ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ’ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους (p. 636 N)·
καὶ προελθών·
- παῖδες κρατίστου πατρὸς ἐξωλέστατοι,
- ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ·
- δεῖπνον γὰρ οὔτ’ ἐν Καρίᾳ, μὰ τοὺς θεούς,
- οὔτ’ ἐν Ῥόδῳ τοιοῦτον οὔτ’ ἐν Λυδίᾳ
- κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν.
v.2.p.414
ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον·
- ἀλλὰ κυλίκιον
- ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου,
- ἀτρέμα παρεξεστηκός· ὅ τ’ ἀλιτήριος
- καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς
- θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον ‘ὁ ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.’
- τράγημα γὰρ
- ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.
Ἀρκεσίλαος δ’ ἑστιῶν τινας, καὶ ἐλλιπόντων τῶν ἄρτων νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτ’ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας ‘οἷόν τι, ἔφη, τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι· ἄρτους ἐπιλελήσμεθ’ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ.’ καὶ τοῦτ’ ἔλεγεν αὐτὸς γελῶν· καὶ τῶν παρόντων δ᾽ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ ὁ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ’ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη· ‘ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ’ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικες· σὺ δὲ ἀπελθὼν
οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον· κλαίουσι δ’ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν. καὶ οὐχ οἷον οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. γελοῖον γάρ ἐστιν αὐτὸν τὸν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις. καὶ τοῖς δειπνοῦσι δ’ ἂν εἴποι ὁ τοιοῦτος (B 381)·
τῷ γὰρ τοιούτῳ ὁ οἶκος (Soph. OT 4)
- νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
τούτων λεχθέντων ἔφη τις τῶν παρόντων· ‘παραιτητέον εἰς ταῦτ’ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ‘ἀτελὲς γὰρ δεῖπνον οὐ ποιεῖ παροινίαν,’ ὡς Ἄμφις φησὶν ἐν Πανί (II 244 K), οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων (II 354 K)·
- ὁμοῦ μὲν θυμιαμάτων γέμει,
- ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
- φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
- καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν
- σκῶψιν, ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ.
- τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ᾽· ἂν δ’ εἴπῃς ἅπαξ,
- εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται,
v.2.p.416- εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. ταῦτα γὰρ
- κατὰ φύσιν πέφυκεν οὕτως· καὶ τί μάντεως ἔδει;