Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον
ὁ Οὐλπιανὸς ἔφη·
  1. ‘τήνδ’ ἐγὼ
  2. μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
  3. συγγενέσι πίστωμα φιλίας.’
πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα·
  1. πιὼν ἐρῶ
  2. τὰ λοιπά· πνίγομαι γάρ. ἀλλ’ ἐπιρρόφει.
καὶ ὁ Οὐλπιανὸς ἐκπιὼν ἔφη· ‘ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ (IV 562 M). ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι (II 241 K)·
  1. ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.
καί·
  1. πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν·
  2. ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν.
ταῦτα δ’ ἔφη Ξέναρχος ἐν Διδύμοις (II 468 K).’ αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι (I 679 K)·
  1. τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ;
καὶ Κρατῖνος ἐν Πυτίνῃ (I 69 K)·
  1. τὸν δ’ ἴσον ἴσῳ φέροντ᾽· ἐγὼ δ’ ἐκτήκομαι,
ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς ἀρχαίοις.

καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη (IV 129 M)·

  1. χοῦς κεκραμένου
    v.2.p.427
  2. οἴνου· λαβὼν ἔκπιθι τοῦτον,
ὁ Δημόκριτος ἔφη· ‘Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ (opp. 596)

τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. δι’ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη (II 271 K)·

  1. καίτοι πολύ γ’ ἐσθ’ ἥδιον. οὐ γὰρ ἄν ποτε
  2. ἔπινον ἂν τρί’ ὕδατος, οἴνου δ’ ἓν μόνον.
Ἄλεξις δ’ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται (II 380 K)·
  1. ἰδού γάρ, πάρεστιν οἶνος· οὐκοῦν ἐγχέω
  2. κρίτωνα; Β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
  3. Α. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν
  4. λέγ’ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
  5. ποιῶμεν.
καὶ Διοκλῆς ἐν Μελίσσαις (I 768 K)·
  1. πῶς δὲ καὶ κεκραμένον
  2. πίνειν τὸν οἶνον δεῖ με; Β. τέτταρα καὶ δύο.’
ἡ δ’ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν·
  1. ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέτταρα.
ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς. περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ὁ ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν (FHG II 50) ὅτι εὑρὼν ὁ μάντις Παλαμήδην ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους. οἳ δ’ ἐπιτεταμένως
v.2.p.428
χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη (I 770 K)·
  1. Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο·
  2. κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα.
τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις (p. 773). Ἀμειψίας δ’ ἐν Ἀποκοτταβίζουσιν (I 671 K)· ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί (I 260 K)·
  1. Διόνυσε, χαῖρε· μή τι πέντε καὶ δύο;
Ἕρμιππος Θεοῖς (I 230 K)·
  1. ἔπειθ’ ὅταν πινώμεθ’ ἢ διψώμεθα,
  2. εὐχόμεθα πρὸς τοῦθ’ ὁ ‘οἶνος, ὦ κέρας, γενοῦ.’
  3. οὐκ ἀστου καὶ πηλουγω φέρω παίζων ἅμα,
  4. καυθεὶς γεγένηται τοῦτο πέντε καὶ δύο.

παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος (fr. 63 B)·

  1. ἄγε δὴ φέρ’ ἡμίν, ὦ παῖ,
  2. κελέβην, ὅκως ἄμυστιν
  3. προπίω, τὰ μὲν δέκ’ ἐγχέας
  4. ὕδατος, τὰ πέντε δ’ οἴνου
  5. κυάθους, ὡς ἀνυβρίστως
  6. ἀνὰ δηὖτε βασσαρήσω.
καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν·
  1. ἄγε δηὖτε, μηκέθ’ οὕτω
  2. πατάγῳ τε κἀλαλητῷ
    v.2.p.429
  3. Σκυθικὴν πόσιν παρ’ οἴνῳ
  4. μελετῶμεν, ἀλλὰ καλοῖσ᾽
  5. ὑποπίνοντες ἐν ὕμνοις.
καὶ Λακεδαιμόνιοι δ᾽, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ (c. 84), Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ’ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει (fr. 31 Koepke)· ‘ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον, ‘ἐπισκύθισον’ λέγουσιν.’ Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας (p. 580 N)·
  1. μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;
  2. Β. ἀλλ’ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
  3. Α. καλῶς μὲν οὖν ἄγειν .... Σκύθῃ πιεῖν.

ἦσαν δ’ αἱ τῶν ἀκρατοποτῶν ἐπιχύσεις, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ μέθης (fr. 118 W), οὐ παλαιαί· ἀλλ’ ἦν ἀπ’ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου Σικελικοῦ, καθάπερ καὶ Ἀνακρέων ὁ Τήιος πεποίηκε (fr. 53 B)·

v.2.p.430
  1. Σικελὸν κότταβον ἀγκύλῃ λατάζων.
διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί· λέγω δ’ οἷον καὶ Πίνδαρος πεποίηκε (fr. 128)·
  1. Χάριτάς τ’ Ἀφροδισίων ἐρώτων,
  2. ὄφρα σὺνχειμαμάρωι μεθύων Ἀγάθωνι δὲ βάλω
  3. κότταβον.
τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν· διὸ καὶ Εὐριπίδης περὶ τῆς Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν Βελλεροφόντην τεθνάναι (fr. 667 N)·
  1. πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
  2. ἀλλ’ εὐθὺς αὐδᾷ ‘τῷ Κορινθίῳ ξένῳ’.

οὐκ ἐμέθυον δ’ οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι μηδὲ κωμάζειν, ἵν᾽, ἔφη, μὴ γνωσθῇς οἷος ὢν τυγχάνεις, ἀλλ’ οὐχ οἷος προσποιῇ.

  1. κάτοπτρον (γὰρ) εἴδους χαλκός ἐστ᾽, οἶνος δὲ νοῦ
  2. (Aesch. fr. 384 N).
διὸ καὶ καλῶς οἱ παροιμιαζόμενοι λέγουσι τὸν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν γοῦν ὁ Γρύλου παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ τὸν τύραννον ‘τί δή, ἔφη, ὦ Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν;’ καὶ ὁ Σοφοκλῆς δὲ ἐν σατυρικῷ φησιν ὡς ἄρα (fr. 655 N)
v.2.p.431
  1. τὸ πρὸς βίαν
  2. πίνειν ἴσον κακὸν πέφυκε τῷ διψῆν βίᾳ.
ὅθεν εἴρηται καὶ τὸ
  1. οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.
Σθένελός τε ὁ ποιητὴς οὐ κακῶς εἴρηκεν·
  1. οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει.
ὁ δὲ Φωκυλίδης ἔφη (fr. 11 B)·
  1. χρὴ δ’ ἐν συμποσίῳ κυλίκων περινισομενάων
  2. ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.
ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει παρ’ ἐνίοις τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο καὶ χλιδῶσι, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, ὁδηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς.

διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις εἶπεν (fr. 157 Rz)·

  1. οἷα Διώνυσος δῶκ’ ἀνδράσι χάρμα καὶ ἄχθος,
  2. ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος,
  3. σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
  4. δεσμοῖς ἀφράστοισι· φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος.
καὶ Θέογνις δέ φησιν (477)·
  1. ἥκω δ’ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι,
  2. οὔτε τι νήφων εἴμ’ οὔτε λίαν μεθύων.
  3. ὃς δ’ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ’ ἐκεῖνος
  4. τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου·
    v.2.p.432
  5. μυθεῖται δ’ ἀπάλαμνα, τὰ νήφοσι γίγνεται αἰσχρά·
  6. αἰδεῖται δ’ ἔρδων οὐδὲν ὅταν μεθύῃ,
  7. τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος. ἀλλὰ σὺ ταῦτα
  8. γινώσκων μὴ πῖν’ οἶνον ὑπερβολάδην,
  9. πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο, μή σε βιάσθω
  10. γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον.
Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ’ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν.

οὐ καλῶς δὲ οἱ πλάττοντες καὶ γράφοντες τὸν Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ τοῦ θεοῦ κρείττων ἐστὶν ὁ οἶνος. καίτοι γ’ οὐδ’ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθ’ ὑπομείνειεν. εἰ δ’ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, διὰ τοῦτο ποιοῦσιν αὐτὸν οὕτως διακείμενον, δῆλον ὅτι καὶ τὴν Δήμητρα θερίζουσαν ἢ ἐσθίουσαν ποιήσουσιν. ἐπεὶ καὶ τὸν Αἰσχύλον ἐγὼ φαίην ἂν τοῦτο διαμαρτάνειν· πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν. ἐν γὰρ τοῖς Καβίροις εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. ἃ δ’ αὐτὸς ὁ τραγῳδιοποιὸς ἐποίει ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγῳδίας. διὸ καὶ Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν ὅτι ‘ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλ’ οὖν οὐκ εἰδώς γε ποιεῖς,’ ὡς ἱστορεῖ Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου (fr. 22 Koepke). ἀγνοοῦσί τε οἱ λέγοντες πρῶτον Ἐπίχαρμον ἐπὶ τὴν σκηνὴν παραγαγεῖν μεθύοντα, μεθ’

v.2.p.433
ὃν Κράτητα ἐν Γείτοσι. καὶ Ἀλκαῖος δὲ ὁ μελοποιὸς καὶ Ἀριστοφάνης ὁ κωμῳδιοποιὸς μεθύοντες ἔγραφον τὰ ποιήματα, πολλοὶ δὲ καὶ ἄλλοι μεθυσκόμενοι λαμπρότερον ἐν τῷ πολέμῳ ἠγωνίσαντο. παρὰ δὲ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα, θάνατος ἦν ἡ ζημία Ζαλεύκου τὸν νόμον θέντος. παρὰ δὲ Μασσαλιήταις ἄλλος νόμος τὰς γυναῖκας ὑδροποτεῖν. ἐν δὲ Μιλήτῳ ἔτι καὶ νῦν φησι Θεόφραστος (fr. 117 W) τοῦτ’ εἶναι τὸ νόμιμον. παρὰ δὲ Ῥωμαίοις οὔτε οἰκέτης οἶνον ἔπινεν οὔτε γυνὴ ἐλευθέρα οὔτε τῶν ἐλευθέρων οἱ ἔφηβοι μέχρι τριάκοντα ἐτῶν. ἄτοπος δὲ ὁ Ἀνακρέων ὁ πᾶσαν αὑτοῦ τὴν ποίησιν ἐξαρτήσας μέθης. τῇ γὰρ μαλακίᾳ καὶ τῇ τρυφῇ ἐπιδοὺς ἑαυτὸν ἐν τοῖς ποιήμασι διαβέβληται, οὐκ εἰδότων τῶν πολλῶν ὅτι νήφων ἐν τῷ γράφειν καὶ ἀγαθὸς ὢν προσποιεῖται μεθύειν οὐκ οὔσης ἀνάγκης.

οἱ δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς ἀνθρώποις, βλασφημοῦντες οὐ μετρίως. ὅθεν ὁ Μελανιππίδης ἔφη (fr. 4 B)·

  1. πάντες δ’ ἀπεστύγεον ὕδωρ,
  2. τὸ πρὶν ἐόντες ἀίδριες οἴνου.
  3. τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλαυοντο,
  4. τοὶ δὲ παράπληκτον χέον ὀμφάν.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης (p. 118 R) φησίν· ‘εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει· τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίγνεσθαι· μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι
v.2.p.434
τάχιστα δι’ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.’

τὸ δ’ ἐνδελεχῶς μεθύειν, φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ (IV 566 M),

  1. τίν’ ἡδονὴν ἔχει,
  2. ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν,
  3. ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;
καὶ Ἄλεξις δὲ ἐν τῇ τοῦ Φρυγίου διασκευῇ φησιν (II 390 K)·
  1. εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν
  2. παρεγίνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε
  3. προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν
  4. τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
  5. ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.
τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ Ἀριστοτέλης (p. 119 R) ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.’

ταῦτ’ εἰπὼν ὁ Δημόκριτος καὶ πιὼν ἔφη·

v.2.p.435
‘τούτοις εἴ τις ἀντιλέγειν ἔχει, παρίτω. ἀκούσεται γὰρ κατὰ τὸν Εὔηνον (fr. 1, 4 B)·
  1. σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.
ἐγὼ δ’ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος· φησὶ γάρ που οὗτος (fr. 41, 4 B)·
  1. ἔγχεε κέρναις ἕνα καὶ δύο.
ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθ’ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται· χειμῶνος μὲν ἐν τούτοις (fr. 34 B)·
  1. ὕει μὲν ὁ Ζεύς, ἐκ δ’ ὀρανῶ μέγας
  2. χειμών, πεπάγασιν δ’ ὑδάτων ῥοαί ....
  3. κάββαλλε τὸν χειμῶν᾽, ἐπὶ μὲν τιθεὶς
  4. πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως
  5. μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ
  6. μαλθακὸν ἀμφι .... γνόφαλλον.
θέρους δέ (fr. 39)·
  1. τέγγε πνεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
  2. ἁ δ’ ὥρα χαλεπά, πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.
τοῦ δ’ ἔαρος (fr. 45)·
  1. ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο.
    v.2.p.436
καὶ προελθών·
  1. ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα
  2. κρατῆρα.
ἐν δὲ τοῖς συμπτώμασιν (fr. 35)·
  1. οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην.
  2. προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
  3. ὦ Βυκχί· φάρμακον δ’ ἄριστον
  4. οἶνον ἐνεικαμένοις μεθύσθην.
ἐν δὲ ταῖς εὐφρόναις (fr. 20)·
  1. νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
  2. πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος.
καὶ καθόλου δὲ συμβουλεύων φησίν (fr. 44)·
  1. μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω.
πῶς οὖν ἔμελλεν ὁ ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ’ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ (fr. 41)·
  1. πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα.
  2. κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις αιταποικιλα·
  3. οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
  4. ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
  5. πλέαις κὰκ κεφαλᾶς· ἁ δ’ ἁτέρα τὰν ἁτέραν κύλιξ
  6. ὠθήτω,
ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων.