Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

κἀγώ, τοῦ Ἀμμωνίου κελεύοντος εἰπεῖν τι πρὸς αὐτὸν αἱ μὲν πρῶταί σου τῶν ὑποθέσεων ἔφην ὦ φίλε Βόηθε[*](βοηθὲ mei), καίπερ πολὺ[*](περὶ πολὺ] περίπολυ R. Malim ὑπέρπολυ) τὸ κενὸν ἔχουσαι μενέτωσαν· τῇ δὲ φωνῇ τὸ κενὸν οὐκ ὀρθῶς πρὸς σωτηρίαν καὶ κίνησιν ὑποτίθεσθε[*](ὑποτίθεσθε] cf. Symb. ubi male defendi optimorum codd. lectionem ὑποτίθεσθαι). σιωπῆς γὰρ οἰκεῖον καὶ ἡσυχίας τὸ ἀναφὲς καὶ ἀπαθὲς καὶ ἄπληκτον, ἡ δὲ φωνὴ πληγὴ σώματος διηχοῦς, διηχὲς δὲ τὸ συμπαθὲς αὑτῷ καὶ συμφυὲς εὐκίνητον δὲ καὶ κοῦφον καὶ ὁμαλὸν καὶ ὑπήκοον τοῦ[*](τοῦ] αὐτοῦ sc. τοῦ πλήττοντος σώματος R; malim ἑαυτοῦ) διʼ

εὐτονίαν καὶ συνέχειαν, οἷός ἐστι παρʼ ἡμῖν ὁ ἀήρ. καὶ γὰρ ὕδωρ καὶ γῆ καὶ πῦρ ἄφωνα καθʼ ἑαυτά, φθέγγεται δὲ πνεύματος ἐμπεσόντος ἅπαντα καὶ ψόφους καὶ πατάγους ἀναδίδωσι· χαλκῷ δὲ κενοῦ μὲν[*](κενοῦ μὲν Basileensis: κινουμένῳ μὲν) οὐδὲν μέτεστιν, ὁμαλῷ δὲ πνεύματι καὶ λείῳ κεκραμένος εὔπληκτός ἐστι καὶ ἠχώδης. εἰ δὲ δεῖ τῇ ὄψει τεκμαίρεσθαι, φαίνεται μᾶλλον ὁ σίδηρος ἔχων τι σαθρὸν καὶ πολύκενον καὶ τενθρηνῶδες· ἔστι δὲ κακόφωνος σφόδρα καὶ τῶν μεταλλικῶν[*](μετάλλων?) κωφότατος. οὐδὲν οὖν ἔδει τῇ νυκτὶ παρέχειν πράγματα συσπῶντας αὐτῆς τὸν ἀέρα καὶ συντείνοντας, ἑτέρωθι δʼ αὖ χώρας καὶ κενότητας ἀπολείποντας[*](em. Emperius: ἀπολιπόντας), ὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα[*](σῶμα R coll. p. 722b: σχῆμα) καὶ δύναμὶς ἐστιν. ἄνευ δὲ τούτων ἔδει δή που τὰς ἀνωμάλους νύκτας, οἷον ὁμιχλώδεις καὶ δυσχειμέρους, ἠχωδεστέρας εἶναι τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς, διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους ἐκεῖ δʼ ὅθεν μεθίστανται χώραν ἔρημον ἀπολείπειν[*](Emperius: ἀπολιπεῖν) σωμάτων καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς ῆς καὶ θερινῆς· ὧν οὐδέτερον ἀληθές ἐστι. διὸ[*](ἐστι. διὸ] ἐστιν ὁ mei) τὸν λόγον τοῦτον ἀπολελοιπὼς ἐπιβάλλω τὸν Ἀναξαγόραν[*](τὸν Ἀναξαγόραν] cf. Aristot. p. 903, 10a), ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δῆλόν ἐστι τοῖς διὰ τοῦ
φωτὸς ἀεὶ διᾴττουσι ψήγμασι μικροῖς καὶ θραύμασιν[*](*: θραύμασιν), ἃ δή τινες τίλας καλοῦσιν ταῦτʼ οὖν φησιν ὁ ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα διʼ ἡμέρας δυσηκόους τῷ ψόφῳ τὰς φωνὰς ποιεῖν, νυκτὸς δὲ φαίνεσθαι[*](φαίνεσθαι] ἠσυχίαν ἔχειν Aristoteles. ὑφίεσθαι Doehnerus. σβέννυσθαι an μαραίνεσθαι?) τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον.

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀμμώνιος; ἔφη γελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες· οὐ μὴν ἀλλʼ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν· οὔτε γὰρ πιθανὸς οὔτʼ ἀναγκαῖος, ἀλλʼ ὁ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ ἡ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς; διασπᾶν καὶ διαρρίπτειν πολλάκις. ὁ γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς,φωνῆς· καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι· νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 408) φησίν,

  1. οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότʼ ὦρτʼ ἀνέμων,
  2. ἅ τις κατεκώλυε κιδναμένα[*](W: σκιδνάμενα vel σκιδναμένα libri. κιδναμεναν Schneidewinus) μελιαδέα γᾶρυν
  3. ἀραρεῖν ἀκοαῖσι βροτῶν.
πολλάκις μὲν[*](μὲν] del. R) γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς ὁ τοῦ ἀέρος σάλος ἔναρθρον[*](ἔναρθρος mei) ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ[*](αἰεὶ iidem) μέντοι τι τοῦ
πλήθους φέρει[*](φέρει] ἀφαιρεῖ vel φθείρει W) καὶ τοῦ μεγέθους. ἡ μὲν οὖν νὺξ αὐτὴ καθʼ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος· ἡ δʼ ἡμέρα μέγα[*](μέγα] μετὰ mei), τὸν ἣλιον, ὥσπερ αὐτὸς ὁ Ἀναξαγόρας εἴρηκεν.