Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ὑπολαβὼν δὲ Θράσυλλος ὁ Ἀμμωνίου υἱὸς εἶτʼ ἔφη τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ[*](εἴπατε, τὰ ἀθεώρητα (malim τἀθεώρητα) Doehnerus) κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δʼ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν;[*](cf. Aristot. p. 339, 30a sq.) ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδʼ[*](οὐδʼ *: οὔτʼ) ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλʼ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα
δεξιὰ σημαίνων, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρων[*](eiusdem ut vid. poetae prior versus legitur p. 1129e. cf. p. 764e Etym. M. p. 433, 51) οἱ δʼ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας νέα ἐφʼ[*](ἐφʼ ἡμέρῃ Schottus: ἐφημέρη) ἡμέρῃ φρονέοντες ὥς φησι Δημόκριτος[*](Δημόκριτος] Mullach 1 p. 355 sed hoc testimonium omisit), οὔτʼ ἀφώνοις οὒτʼ ἀπράκτοις[*](ἀταράκτοις?) ἐνεργείαις· καὶ τὸν ὄρθρον ὁ Ἴβυκος[*](Ἰβυκος] Bergk. 3 p. 238) οὐ κακῶς κλυτὸν προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη[*](καὶ ἥδη] καὶ νὴ Δία Emperius) φθέγγεσθαι συμβέβηκε· τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ὁ ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς.
παρὼν οὖν Ἀριστόδημος ὁ[*](ὁ W: πρὸς ἡμᾶς ὁ) Κύπριος ἀλλʼ
ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν[*](ἐλέγχωσιν Duebnerus male), οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρʼ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά[*](ἐγκελευόμενοι W) τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν[*](em. Emperius: ἐξανιστᾶν) ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.