Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρʼ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν· ἐστρατήγει δὲ τὸ τρίτον ὁ Ἀμμώνιος. ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόν[*](αὑτὸν *: αὐτὸν) τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δʼ ἔξω τῶν ἐντὸς οὐχ ὁμοίως. καὶ ὁ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπʼ Ἀριστοτέλους[*](Ἀριστοτέλους] p. 903, 13b) λελύσθαι· τὴν γὰρ φωνὴν τῶν ἔνδον ἔξω φερομένην εἰς ἀέρα πολὺν καὶ ἀναπεπταμένον εὐθὺς ἐξαμαυροῦσθαι καὶ διασπείρεσθαι, τὴν δʼ ἔξωθεν εἴσω κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι καὶ διαμένειν εὔσημον· ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν. ἐμοὶ μὲν οὖν εἶπεν οὐ φαύλως ἡ

πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν ἢ κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ὁ ἀὴρ κατʼ Ἐμπεδοκλέα
νυκτὸς ἐρημαίης ἀλαώπιδος[*](em. X: ἀγλαώπιδος cf. Mullach. 1 p. 7 vs. 252),
ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. ἐπεὶ δὲ δεῖ καὶ τὰ διʼ ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίων[*](καὶ τῶν διʼ ἀν. φύσει περαινομένων τὰ αἴτια Emperius) ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦ[*](τῆς φυσικῆς Doehnerus) ἴδιόν ἐστιν, ἡ περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία· τίς ἂν ἔφη πρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος;

ἡσυχίας δὲ γενομένης, Βόηθος[*](βοηθὸς mei) ἔφη νέος μὲν ὢν ἔτι καὶ σοφιστεύων ἀπὸ[*](ἀπὸ] τοῖς ἀπὸ M) γεωμετρίας αἰτήμασι χρῆσθαι[*](Turnebus: ζρήσασθαι) καὶ λαμβάνειν ἀναποδείκτους ὑποθέσεις, νυνὶ δὲ χρήσεσθαί τισι τῶν προαποδεδειγμένων ὑπʼ Ἐπικούρου[*](Ἐπικούρου] cf. Usener. p. 222). φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι·; πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις· ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος[*](μακρα καὶ πλατέα W. Ante τὰ intercidisse πολλὰ suspicatur Usenerus. Mihi vulgata bene habere vid.) ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος, μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι[*](Usenerus: κατεσπαρμένην. In eandem coniecturam ego quoque incideram) χώραν ἐπέχουσιν· ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας,

πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις[*](em. W: διασπάσεις) μεγάλας ποιοῦσι· τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος· ἡ γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις· διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει· καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας[*](κενότητας Basileensis: καὶ κενότητας) ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους[*](τόπους Doehnerus coll. lin. 50: τόποις), ἐξ ὧν ὑποκεχώρηκεν. ἡ δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις ἢ τυφλοῦται παντάπασιν, ἢ διασπάσματα λαμβάνει μεγάλα[*](μεγάλα] cf. p. 721a) καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς· ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς[*](ταῖς Doehnerus coll. p. 995f) πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ[*](πολύν W)· τὸ δʼ[*](τὸ δʼ Usenerus: τὸ δʼ ἀγγεῖον cf. p. 1.) ἐμπλησθὲν ἢ στερεοῦ σώματος ἤ τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν ᾗ δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος ὁ
χαλκός, ᾗ πολύκενος καὶ ὄγκον[*](καὶ τὸν ὄγκον Usener) ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλʼ ἄφθονον[*](ἀλλὰ φθόνον aut ἀλλὰ φθόγγον mei) ἔχων τὸ τῆς ἐπιεικοῦς[*](ἐπιεικοῦς] bene habet) καὶ ἀναφοῦς μεμιγμένον οὐσίας, ἣ ταῖς τʼ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει; μέχρι ἂν ἁψάμενός[*](ἀναψάμενος mei) τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ[*](τυφλώσῃ] cf. p. 315 lin. 11 et p. 995f) τὸ κενόν[*](τὸ κενόν] glossema putat Usenerus, haud racte)· ἐνταῦθα δʼ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν[*](em. X: ἀντίπραξιν). ταῦτʼ ἔφη δοκεῖ μοι τὴν νύκτα ποιεῖν ἠχώδη, τὴν δʼ ἡμέραν ἧττον θερμότητι καὶ διαχύσει τοῦ ἀέρος μικρὰ[*](διαχύσει - μικρὰ scripsi cum Usenero (cf. p. 720f): διαλύσει - μικρὰ (cuius prius α oblitteratum est in Vd)) τὰ διαστήματα τῶν ἀτόμων ποιοῦσαν μόνον ἔφη μηδεὶς ἐνιστάσθω πρὸς τὰς πρώτας ὑποθέσεις.