Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ταῦθʼ ἡμεῖς ἐπῃνοῦμεν. ὁ δὲ Τυνδάρης φθονεῖν ἔφασκε καὶ παρεκάλει τὸν Αὐτόβουλον ἅψασθαι Φλώρου καὶ κολάσαι τὸν λόγον. ὁ δὲ τοῦτο μὲν ἀπεῖπεν, ἰδίαν δέ τινα δόξαν ἀντιπαρήγαγεν. ἔφη γὰρ οὔτε τὴν[*](οὔτε τὴν X: οὐ τόπον), γεωμετρίαν[*](γεωμετρεῖν mei) ἄλλου τινὸς ἢ τῶν περὶ τὰ πέρατα συμπτωμάτων καὶ παθῶν εἶναι θεωρητικήν, οὔτε τὸν θεὸν ἑτέρῳ τινὶ τρόπῳ κοσμοποιεῖν ἢ περατοῦντα τὴν ὕλην ἄπειρον οὖσαν, οὐ μεγέθει καὶ πλήθει, διὰ δʼ ἀταξίαν καὶ πλημμέλειαν αὐτῆς τὸ ἀόριστον καὶ ἀπεράτωτον[*](Emperius: ἀπερατώτατον) ἄπειρον εἰωθότων καλεῖν τῶν παλαιῶν. καὶ γὰρ ἡ μορφὴ καὶ τὸ σχῆμα πέρας ἐστὶ τοῦ μεμορφωμένου[*](μορφουμένου aut μορφωμένου mei) καὶ ἐσχηματισμένου παντός, ὧν στερήσει καθʼ αὑτὴν

ἄμορφος ἦν καὶ ἀσχημάτιστος· ἀριθμῶν δὲ καὶ λόγων ἐγγενομένων, οἷον δεθεῖσα καὶ περιληφθεῖσα γραμμαῖς, ἐκ δὲ τῶν γραμμῶν ἐπιπέδοις καὶ βάθεσιν[*](βάθεσιν *: βαθέσιν), εἴδη τὰ πρῶτα καὶ διαφορὰς σωμάτων ὥσπερ θεμελίων παρέσχε πρὸς γένεσιν ἀέρος καὶ γῆς ὕδατὸς τε καὶ πυρός. ὀκταέδρων γὰρ καὶ εἰκοσαέδρων, ἔτι δὲ πυραμίδων καὶ κύβων ἰσότητας ἐν πλευραῖς καὶ ὁμοιότητας ἐν γωνίαις καὶ ἁρμονίας ἀνασχεῖν ἐξ ὕλης ἀτάκτου καὶ πλανητῆς ἄνευ τοῦ περιορίζοντος καὶ διαρθροῦντος ἕκαστα γεωμετρικῶς ἄπορον ἦν καὶ ἀδύνατον. ὅθεν, ἀπείρῳ πέρατος ἐγγενομένου[*](ἐνγενομένου mei), τὸ πᾶν ἡρμοσμένον καὶ κεκραμένον ἄριστα καὶ πεπερασμένον[*](πεπρασμένον vel πεπεπρασμένον iidem) γέγονέ τε καὶ γίγνεται, τῆς μὲν ὕλης ἀεὶ βιαζομένης εἰς τὸ ἀόριστον ἀναδῦναι καὶ φευγούσης τὸ γεωμετρεῖσθαι, τοῦ δὲ λόγου καταλαμβάνοντος αὐτὴν καὶ περιγράφοντος καὶ διανέμοντος εἰς ἰδέας καὶ διαφοράς, ἐξ ὧν τὰ φυόμενα πάντα τὴν γένεσιν ἔσχε καὶ σύστασιν.

ἐπὶ τούτοις ῥηθεῖσιν ἠξίουν[*](em. M: ἠξίου) κἀμὲ[*](κἀμὲ *: καὶ ἐμὲ) συμβαλέσθαι τι πρὸς τὸν λόγον αὐτοῖς. ἐγὼ δὲ τὰς μὲν εἰρημένας δόξας ὡς ἰθαγενεῖς καὶ ἰδίας αὐτῶν ἐκείνων ἐπῄνεσα καὶ τὸ εἰκὸς ἔφην ἔχειν ἱκανῶς· ὅπως δʼ εἶπον ἑαυτῶν μὴ καταφρονῆτε μηδʼ ἔξω βλέπητε παντάπασιν, ἀκούσατε τὸν μάλιστα παρὰ τοῖς καθηγηταῖς ἡμῶν εὐδοκιμοῦντα περὶ τούτου λόγον. ἔστι γὰρ ἐν τοῖς γεωμετρικωτάτοις

θεωρήμασι, μᾶλλον δὲ προβλήμασι, τὸ δυεῖν εἰδῶν δοθέντων ἄλλο τοίἰον[*](ἄλλο τρίτον] ἀλλότριον mei) τρίτον παραβάλλειν τῷ μὲν ἴσον τῷ δʼ ὅμοιον· ἐφʼ ᾧ καί φασιν ἐξευρεθέντι θῦσαι τὸν Πυθαγόραν. πολὺ γὰρ ἀμέλει γλαφυρώτερον τοῦτο καὶ μουσικώτερον ἐκείνου τοῦ θεωρήματος, ὃ[*](ὃ] ᾧ W) τὴν ὑποτείνουσαν ἀπέδειξε ταῖς περὶ τὴν ὀρθὴν ἴσον δυναμένην.εὖ λέγεις εἶπεν ὁ Διογενιανὸς ἀλλὰ τί τοῦτο πρὸς τὸν λόγον;εἴσεσθε[*](εἴσεσθαι mei) ῥᾳδίως εἶπον ἀναμνήσαντες αὑτοὺς[*](αὐτοὺς iidem) τῆς ἐν Τιμαίῳ[*](Τιμαίῳ] p. 48e sqq.) διαιρέσεως, διεῖλε τριχῇ τὰ πρῶτα, ὑφʼ ὧν[*](ὦν M: οὖ) τὴν γένεσιν ὁ κόσμος ἔσχεν, ὧν τὸ μὲν θεὸν τῷ δικαιοτάτῳ τῶν ὀνομάτων τὸ δʼ ὕλην τὸ δʼ ἰδέαν καλοῦμεν. ἡ μὲν οὖν ὕλη τῶν ὑποκειμένων ἀτακτότατόν ἐστιν, ἡ δʼ ἰδέα τῶν παραδειγμάτων κάλλιστον, ὁ δὲ θεὸς τῶν αἰτίων ἄριστον. ἐβούλετʼ οὖν μηθέν, ὡς ἀνυστὸν ἦν, ὑπολιπεῖν ὁριστὸν[*](ὁριστὸν W: ὁριστὸν καὶ) ἀόριστον, ἀλλὰ κοσμῆσαι λόγῳ καὶ ἀριθμῷ τὴν φύσιν· ἕν τι ποιῶν ἐκ πάντων ὁμοῦ τῶν ὑποκειμένων, οἷον ἡ[*](ἡ Duebnerus) ἰδέα καὶ ὅσον ἡ ὕλη γενόμενον[*](γενομένη mei). διὸ τοῦτο πρόβλημα δοὺς αὑτῷ[*](δοὺς αὑτῷ Madvigius: δοῦσα αὐτῷ), δυεῖν ὄντων, τρίτον ἐποίησε καὶ ποιεῖ καὶ φυλάττει διὰ παντὸς τὸ[*](τὸ] del. M) ἴσον τῇ ὕλῃ καὶ ὅμοιον τῇ ἰδέᾳ τὸν κόσμον· ἀεὶ γὰρ ὢν διὰ τὴν σύμφυτον ἀνάγκην τοῦ σώματος ἐν γενέσει καὶ μετατροπῇ καὶ πάθεσι παντοδαποῖς ὑπὸ τοῦ πατρὸς καὶ δημιουργοῦ βοηθεῖται τῷ λόγῳ πρὸς τὸ παράδειγμα τὴν
οὐσίαν ὁρίζοντος· καὶ κάλλιον τοῦ συμμέτρου τὸ περίμετρον τῶν ὄντων.