Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.
Πενθεύς
  1. πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
  2. ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
Διόνυσος
  1. ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ
  2. αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.
Πενθεύς
  1. ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς
  2. αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
Διόνυσος
  1. δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας