Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
- πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.
- ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
- ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
- στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
- κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·
- τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.
- ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,