Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.
Πενθεύς
  1. μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω
  2. κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;
Διόνυσος
  1. μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα
  2. καὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.
Πενθεύς
  1. καλῶς ἔλεξας· οὐ σθένει νικητέον
  2. γυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.
Διόνυσος
  1. κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,