Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
  2. τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
  3. μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
  4. θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
  5. ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
  6. χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
  7. πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς
  8. εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·