Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας
- νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
- ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
- διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
- ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
- προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,
- οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
- πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο