Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
  2. μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
  3. καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
  4. μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
  5. ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
  6. εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν
  7. ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
  8. ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.