Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
- κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·
- κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,
- λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.
- ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
- θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,
- ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
- ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν