Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
- νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων
- σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
- ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
- αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων
- ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
- ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
- βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους