Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.
  2. θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,
  3. ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
  4. ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,
  5. καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·
  6. ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
  7. ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
  8. γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων