Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
- θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.
- ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
- σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,
- μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.
- αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
- ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,
- νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.