Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
  1. ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
  2. οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
  3. νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
  4. κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
  5. παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
  6. ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,
  7. ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
  8. ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
  9. ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
  10. διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις
  11. Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.
  12. ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
  13. κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
  1. οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,
  2. μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;