Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον
  2. δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
  3. ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ
  4. μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
  5. ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
  6. καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.
  7. μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
  8. οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
  9. τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
  10. καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
  11. κἄνπερ λάβητε, δέσμιον πορεύσατε
  12. δεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
  13. θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τειρεσίας
  1. ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.
  2. μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
  3. στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα