Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.
  2. ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
  3. πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
  4. πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
  5. μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·
  6. μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
  7. μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
  8. φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου