Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
- οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
- γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει
- τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀεί
- τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
- οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
- ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
- πολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις·