Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
  2. μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
  3. καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
  4. ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,
  5. λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
  6. Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
  7. στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
  8. φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.