Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
- ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,
- οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
- ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
- τελετὰς προτείνων εὐίους νεάνισιν.
- εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
- παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
- κόμας, τράχηλον σώματος χωρὶς τεμών.
- ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
- ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός,
- ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
- σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
- ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια,
- ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
- ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπον
- ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ