Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων—
- νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,
- τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
- οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
- θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;
- σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλεις
- τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον
- σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
- εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
- καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
- τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ
- ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
- οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
- τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς
- Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
- Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;