Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
- ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
- Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·
- πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
- κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν
- πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
- πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
- τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.
- ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
- σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·
- ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
- Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι,
- Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω.
- καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
- παύσω κακούργου τῆσδε βακχείας τάχα.
- λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος,