Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,
- ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
- Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
- Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
- ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;
- ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός,
- κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά,
- γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι