Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
  2. ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
  3. Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·
  4. πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
  5. κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν
  6. πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
  7. πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
  8. τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.