Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
- οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
- ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
- μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
- οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον
- εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
- ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
- κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.