Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά.
Πρεσβύτης
  1. ποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας;
Κρέουσα
  1. θώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον.
Πρεσβύτης
  1. ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι;
Κρέουσα
  1. ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.
Πρεσβύτης
  1. ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν;
Κρέουσα
  1. τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ.
Πρεσβύτης
  1. τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
Κρέουσα
  1. Ἐριχθόνιον οἶσθʼ, ἢ — ; τί δʼ οὐ μέλλεις, γέρον;
Πρεσβύτης
  1. ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
Κρέουσα
  1. τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ ---