Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας.
Κρέουσα
  1. στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;
Πρεσβύτης
  1. ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.
Κρέουσα
  1. ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.
Πρεσβύτης
  1. ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.
Κρέουσα
  1. καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.
Πρεσβύτης
  1. ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.
Κρέουσα
  1. ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;
Πρεσβύτης
  1. οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.
Κρέουσα
  1. ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας.
Πρεσβύτης
  1. ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;