Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.
- δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
- ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
- τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων.
- ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος;
- χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί.
- κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;
- ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.
- πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
- κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ ---
- τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;